← 斯密那的昆图斯

荷马史诗续集

§3.643-3.715

阿喀琉斯的火葬柴堆与风神助燃烈火

卡利俄珀劝慰忒提斯并阐明命运之不可违抗;黑夜降临,诸神与将士继续哀悼,随后阿开奥斯人为阿喀琉斯筑起宏伟的火葬柴堆。宙斯命赫耳墨斯催动埃俄罗斯派遣风神,在疾风呼啸助力下,烈火猛烈焚化了英雄的遗体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
643

πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.1

以凄惨的悲叹和苦楚来折磨心魂。

τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·2

因此,纵然你沉陷哀痛,亦当释去为你英勇爱子的号哭;

645

καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ

因为在地上之人当中,歌者将借由我和其他皮厄里亚诸女的旨意,

καὶ μένος ἀείσουσιν ἐμῇ τʼ ἰότητι καὶ ἄλλων

永远歌颂他的英名与力量;

Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν

你切莫让幽暗的哀伤压垮自己的心魂,

δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.

如软弱的人间女子一般啼哭不止。

ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,

难道你不知道,毁灭性的、不可抗拒的命运女神

650

ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα

翱翔在居于大地之上的所有人头上,

οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·

甚至丝毫不顾念诸神吗?唯独她分得了如此巨大的威能;

ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα

确实,如今她亦将荡平多金的普里阿摩斯的城邦,

ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα

按其心愿诛灭特洛伊人与阿尔戈斯人的勇士;

ἀνέρας, ὅν κʼ ἐθέλῃσι· θεῶν δʼ οὔτις μιν ἐρύξει.

诸神之中绝无一人能将她阻拦。”

655

ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.

心怀睿智思虑的卡利俄珀如此进言。

ἠέλιος δʼ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,

太阳沉入了俄开阿诺斯的涌流,

ὦρτο δὲ νὺξ μεγάλοιο κατʼ ἠέρος ὀρφνήεσσα,

幽暗的黑夜升起在大片长空之上,

ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.

黑夜对沉浸在悲哀中的凡人亦是一份慰藉。

αὐτοῦ δʼ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες

阿开奥斯的子弟们被巨大的灾难压垮,

660

ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·

在遗体周围的沙滩上成群结队地沉沉睡去;

ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς

但睡意并未捕获神圣的忒提斯;她与不死的涅柔斯诸女

ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι

一同静坐在爱子身旁;而四面的缪斯们

ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη

从各方依次以温和的言辞抚慰着她那忧伤的心魂,

πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.

好让她稍忘号哭之痛。

665

ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν ἠὼς

然而,当含笑的黎明穿过苍穹降临,

λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα

为所有的特洛伊人和普里阿摩斯带来至为耀眼的光明时——

καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγʼ ἀχνύμενοι Ἀχιλῆα

达那奥斯人仍极度悲恸地连日哀悼阿喀琉斯,

κλαῖον ἐπʼ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ

大海漫长的岸滩亦凄鸣不已,伟大的涅柔斯出于对涅柔斯之女的眷顾

ἠιόνες πόντοιο, μέγας δʼ ὀλοφύρετο Νηρεὺς

亦深切哀泣,其他海神亦一同哭祭陨落的阿喀琉斯——

670

ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι

就在那时,阿尔戈斯人将伟大的珀琉斯之子的遗体

εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—

付之一炬,他们堆积起无量无边的柴木,

καὶ τότε δὴ3 μεγάλοιο νέκυν Πηληιάδαο

那是所有战士共同辛劳从伊达山上搬运而来的,

Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντεςδοῦρα, τά οἱ φορέοντες ἀπʼ οὔρεος Ἰδαίοιοπάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντεςἈτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,

因为阿特柔斯之子们催促并派遣他们前去采运无尽的木材,

ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.

以便被斩杀的阿喀琉斯的遗体能迅速焚化。

ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο

他们在火堆四周堆放了许多阵亡勇士的铠甲,

αἰζηῶν κταμένων, πολλοὺς δʼ ἐφύπερθε βάλοντο

又在柴堆之上置放了许多被斩杀的俊美特洛伊子弟,

680

Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας

连同长嘶的骏马和壮硕的牡牛,

ἵππους τε χρεμέθοντας ἐϋσθενέας θʼ ἅμα ταύρους,

并掷入沉甸甸的肥硕绵羊与公猪;

σὺν δʼ ὄϊάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·

痛哭啼号的女俘们从箱匣中取来无数布帛,

φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι

尽数覆于火堆之上,

δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,

又堆垒起黄金与琥珀;四下的密耳弥冬人

685

χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήεον· ἀμφί δέ χαίτας

剃去发丝,覆盖在统帅的遗体上;

Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ

布里塞伊斯自身亦为遗体悲痛欲绝,

κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.

剪下秀发,作为献给君主的最后礼物。

πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,

他们又倾倒下许多双耳膏油罐,

690

ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου

并将盛满蜜糖与甜酒的罐子置于火堆四周,

ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.

那美酒芳香四溢,宛如甘露琼浆。

ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,

他们还投下了凡人视为奇珍的诸多熏香之物,

ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.

凡大地所出产的美好之物与神圣大海所孕育的一切,皆置于其上。

Ἀλλʼ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,

当他们将柴堆各处彻底布置完备,

695

πεζοὶ ἅμʼ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο

步兵与骑兵身披甲胄,威武庄严地

ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δʼ ἔκποθεν Οὐλύμποιο

绕行在泪水浸湿的火堆周围。此时奥林波斯高处的宙斯

Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο

向埃阿科斯后裔的遗体泼洒下仙露琼浆,

ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν

并为向尊贵的涅柔斯之女致敬,

Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ

派遣赫耳墨斯前往埃俄罗斯处,命其召集

700

λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε

迅捷风暴的神圣威能;

καίεσθʼ Αἰακίδαο νέκυς. τοῦ δʼ αἶψα μολόντος

因埃阿科斯后裔的遗体正当焚化。 信使迅疾赶到,埃俄罗斯不敢违命;

Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δʼ ἀλεγεινὸν

他迅速召集起严酷的玻瑞阿斯与仄费洛斯的狂暴烈风,

καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην

命它们化作疾风风暴席卷特洛伊;

ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·

双风迅捷飞掠过汪洋大海,

705

οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι4

以无匹之势向前奔涌;在它们疾行之处,

ῥιπῇ ἀπειρεσίῃ· περὶ δʼ ἴαχεν ἐσσυμένοισιπόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δʼ ὔπερθε

大海与陆地同声轰鸣;高空中所有的云霓

πάντα νέφη μεγάλοιο διʼ ἠέρος ἀΐσσοντα.

在浩荡的大气中飞速翻滚穿梭。

οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος

双风遵照宙斯的旨意,迅即一齐飞扑向被斩杀的阿喀琉斯的火堆,

710

αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δʼ ἀϋτμὴ

烈焰之神赫淮斯托斯的猛烈炽气霍然升腾;

Ἡφαίστου μαλεροῖο· γόος δʼ ἀλίαστος ὀρώρει

密耳弥冬人难以遏止的哀号再度四起;而诸风纵然挟风暴疾驰,仍

Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ

整日整夜环绕着遗体呼啸劳作,

πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντεςκαῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δʼ ἔγρετο πουλὺς

合力吹出强劲的风息助燃;滚滚浓烟

715

καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δʼ ἄσπετος ὕλη

升入神圣的天空,无边无际的柴木发出震耳的悲鸣。

语法注4 条
  1. 3.643πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν

    紧接前一段落末尾的 ἐπεὶ θεὸν οὔτι ἔοικεν(“因神明绝不宜……”)的不定式短语。无人称动词 ἔοικεν 带领不定式的逻辑主语(宾格 θεόν),支配不定式 ἀχεύειν。句首的与格 πένθεσι λευγαλέοισι 及 ἄλγεϊ 表示手段或原因。

  2. 3.644τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ

    μεθέτω 是 μεθίημι 的第三人称单数现在时主动命令式(“让它放手/释去”)。主语为主格 γόος(“号哭”),支配宾格人称代词 σε(“你”)。υἱέος ἐσθλοῦ 是修饰 γόος 的宾格性属格(“为你英勇爱子的号哭”)。字面直译为:“因此,纵使你悲伤,让你英勇爱子的号哭放开你吧”。

  3. 3.665ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν ἠὼς ... καὶ τότε δὴ

    由时间状语从句(ἀλλʼ ὅτε ... ἠώς)通向主句归结部分(καὶ τότε δὴ ...)的长大复合句。中间插入的 Δαναοὶ δὲ ... φθιμένου Ἀχιλῆος 是对人间与海神多日连续哀悼景象的括号式插入描写。句子的骨干结构为相关呼应句:以 ἀλλʼ ὅτε ... ἠὼς ἤλυθεν 与 καὶ τότε δὴ ... Ἀργεῖοι πυρὶ δῶκαν(“然而当黎明降临……就在那时阿尔戈斯人付之一炬”)相互呼应。

  4. 3.705οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι

    现在时被动态不定式 φέρεσθαι 作为主要动词 οἴμησαν(“疾飞、突进”)的说明性或结果/目的性不定式(epexegetic infinitive),表示它们疾驰前行的运动状态(“迅疾飞奔,被带往大海之上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:3.643-3.715