← 斯密那的昆图斯

荷马史诗续集

§3.70-3.141

阿喀琉斯之死与赫拉对阿波罗的斥责

阿喀琉斯从脚踝拔出毒箭并怒斥暗箭伤人者,然而死厄降临,清风将神箭送回阿波罗手中。阿波罗返回奥林波斯后,赫拉严厉斥责他忘却当年珀琉斯与忒提斯的婚礼之恩、出于嫉妒残害阿喀琉斯的不义行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
70

ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη

“……好让他的黑血和周身脏腑都喷溅在我的长矛四周,

ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται·1

让他下到凄惨的哈得斯之府。

οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν

因为我知道,生于大地之上的英雄中,

ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,

绝无一人能够近身以矛将我降服,

οὐδʼ εἴπερ στέρνοισι μάλʼ ἄτρομον ἦτορ ἔχῃσιν,

纵然他胸中怀着万分无畏的心——甚至过于无畏,

75

ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη·

哪怕他是青铜铸就的身躯。

κρύβδα δʼ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.

唯有懦夫才会始终暗中埋伏以算计更勇武之人。

τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι

因此叫他当面迎击我吧,

χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν

纵然他自夸是因对达那奥斯人发怒而降临的神明;

ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.

因为我的心灵已料到,这定是身披凄惨晦暗的阿波罗。

80

ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ

因为从前我亲爱的母亲便曾向我明言,

κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι

我将在斯开亚门周围惨死于他的箭矢之下;

Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν.

而这绝非虚妄之言。”

ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσινἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα

他说罢,便用无情的手从无可救治的伤口中拔出了那支凶险的利箭;

85

ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.

饱受折磨的他身上鲜血喷涌,死厄压倒了他的心脏。

ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι

他怒不可遏地将箭掷去;

πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι

疾驰而来的阵阵清风接住了它,

ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει

将它交还给正前往宙斯圣域的阿波罗。

ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.

因为源自不死神明的不朽利箭自不当散佚。

90

δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον

阿波罗接下利箭,迅疾登上了高耸的奥林波斯山,

ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα

来到其他不死诸神的集会之所;

πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·

诸神正全数聚集在此,注视着凡人的战乱。

οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι

他们中有的意图将荣光赐予特洛伊人,

οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες

有的则欲赐给阿耳戈斯人,

95

δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.

怀着两歧的意图凝视着战场上杀戮与被杀之人。

τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,

当宙斯睿智的妻子瞥见他时,立即用刺痛的话语厉声责备他:

αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·

“福玻斯,

Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ

你今日为何行此鲁莽不道之事,

100

ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις

竟彻底忘却了我们不死诸神亲自为神一般的珀琉斯缔结的那场婚礼?在饮宴者中间,

δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν

你曾咏唱珀琉斯如何迎娶银足忒提斯为妻,

Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,

让她离开了浩瀚的大海波涛;

καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,

当你的竖琴奏响时,万类纷至沓来倾听——野兽、

θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι

飞鸟、崇山叠嶂、江河,

105

καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.

以及整座荫翳深蔽的森林都赶来聆听。

ἀλλὰ τά γʼ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας

然而你却将这一切忘得一干二净,竟犯下无情之举,

κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοις

杀害了那位宛如天神的男子;

νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι

你曾与其他神明一同倾注甘露,

ἐκ Θέτιδος Πηλῆι· τεῆς δʼ ἐπελήσαο ἀρῆς

祈愿他由忒提斯生给珀琉斯。你不仅忘却了自己的祈愿,

110

ἦρα φέρων2 λαοῖσι κραταιοῦ Λαομέδοντος,

反倒去向强横的拉奥墨冬的臣民献好——你曾在他身边放牧牛群,

ᾧ πάρα βουκολέεσκες· ὁ δʼ ἀθάνατόν περ ἐόντα

而他一介凡人,

θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ

却曾使长生不朽的你受辱;

ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας.

你却在昏聩的胸中向特洛伊人献媚,将自己受过的苦难抛在脑后!

σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,

狠心之徒,你在那乖戾的心窍里全然不辨是非,

115

οὔθʼ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,

既不知谁人凶恶应受苦难,

οὔθʼ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς

亦不知谁人在不死诸神中备受崇敬。

ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.

阿喀琉斯向来对我们仁厚温良,且本是出自我们的血脉。

ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω

然而我绝不认为埃阿科斯后嗣殒命之后,

ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ

特洛伊人的灾祸便会稍减;

120

υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆρινἈργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν

因为他的儿子将从斯库罗斯迅疾赶赴残酷的战场以援助阿耳戈斯人,

πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.

其勇力酷似其父,必将厄运逼近众多的敌仇。

ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται,3 ἀλλʼ Ἀχιλῆι

你分明丝毫不挂念特洛伊人,

ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φέρτατος ἀνδρῶν;

不过是因阿喀琉斯冠绝群雄而嫉妒他的勇德罢了!

125

νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην

愚蠢的家伙,往后当那位曾尊崇你、

ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,

视你如爱子的涅柔斯之女在不死诸神之中步入宙斯的殿堂时,

ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα

你还有何面目去直视她?”

Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·

赫拉这般满怀痛楚地严斥极有威力的宙斯之子。然而阿波罗未回一语;

130

ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·

因为他敬畏自己不倦父亲的妻子。

οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαιἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων

他亦无力以目光正面直视她,

ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐσκύζοντο

只得远离永恒的诸神低头默坐。

ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·

奥林波斯山上庇护达那奥斯人的不死诸神皆对他激愤难平;

135

ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,

而那些意图将胜荣赠予特洛伊人的神灵,

κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες

虽在心底欢欣雀跃地赞许他,

κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες

却也瞒着赫拉,

ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ

因为全体天神在暴怒的赫拉面前皆心存敬畏。

Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις

然而珀琉斯之子尚未忘却其勇烈;

140

ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.

战意澎湃的黑血仍在他不屈的肢体中沸腾。

οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι

因此特洛伊人中仍无一人胆敢逼近他的身旁。

语法注3 条
  1. 3.70ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη / ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται

    承接上一语言块末尾的祈使语气动词 τλήτω(“让他有胆量敢于……”)所引导的目的从句。在连词 ὄφρα 的统辖下,同时并列了愿望语气 χυθείη 与虚拟语气 ἵκηται。在主句为主要时态或祈使语气时,目的从句通常接虚拟语气,但史诗诗歌常因格律需求或表达层面的微妙差异而交替混用愿望语气与虚拟语气。

  2. 3.110ἦρα φέρων

    史诗惯用短语,意为“施恩于……”、“讨好……”或“取悦……”。不完全变格名词 ἦρα(常作宾格用)与与格补足语(此处为 λαοῖσι,“向……军民”)连用。后文中的 ἦρα φέρεις Τρώεσσι 亦属同一惯用表达。

  3. 3.123ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται

    非人称动词 ἐπιμέμβλεται(相当于 ἐπιμέλει)的句式。该结构要求表示关切对象的事物用属格(Τρώων,“特洛伊人”),体验关切的人用与格(σοί,“对你而言”),意为“你根本不在乎特洛伊人”。句首的否定词 οὐ 加强了赫拉讽刺而尖锐的诘难语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:3.70-3.141