- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:3.1-3.69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提洛科斯安葬后,暴怒的阿喀琉斯出战并将特洛伊军逼至城门下;他在蔑视了阿波罗的退兵警告后,被隐身的神明射中脚踝轰然倒地。
αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
但当坐于华美宝座的黎明女神带来光芒之时,
δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
皮洛斯的执矛战士们为首领失声痛哭,
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
将安提洛科斯的尸体运往海船,
καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου
在赫勒斯滂的海滨将他安葬,满怀无尽的悲伤;
πολλὰ μάλʼ ἀχνύμενοι· περὶ δʼ ἔστενον ὄβριμοι υἷες
周围阿耳戈斯人的英勇子弟亦悲声哀悼。
Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
因为无情的哀恸笼罩着所有人,
Νέστορι ἦρα φέροντας·1 ὁ δʼ οὐ μέγα δάμνατο θυμῷ·
他们皆体恤涅斯托耳的心情;然而涅斯托耳自己并未在心中被彻底击垮,
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος2
因为心怀勇气忍受苦痛、
θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι.
不垂头丧气地沉溺于悲哀,正是明达之人的操守。
Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
与此同时,珀琉斯之子因战友安提洛科斯之死怒火中烧,
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
气势骇人地全副武装以迎击特洛伊人;
καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
特洛伊人自身虽在手持梣木长矛的阿喀琉斯面前战栗,
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρα σφι
却由于命女神在他们胸中注入了胆量,亦按捺不住地涌出城墙。
κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
诚然,
πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆοςχερσὶν ὕπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
他们中有许多人注定要在勇毅的埃阿科斯后嗣手下下到无法返还的哈得斯之府,
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
而埃阿科斯后嗣自己也同样注定要在普里阿摩斯的城垣旁丧命。
αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
顷刻间,战火被激起,
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων
特洛伊人的众多部族与坚忍善战的阿耳戈斯人两相迎合,
μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
如痴如醉地奔向阿瑞斯汇聚于一处。
Πηλείδης δʼ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
在他们之中,珀琉斯之子荡平了大量的敌军;
δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖαδεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
滋养万物的大地处处被鲜血浸透,
Ξάνθου καὶ Σιμόεντος· ὁ δʼ ἑσπόμενος κεράϊζε
克珊托斯与西摩伊斯河的溪流亦为尸骸所阻塞。由于恐慌笼罩了军旅,
μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
他紧追不舍地一路杀戮直至城下。
καί νύ κε πάντας ὄλεσσε, πύλας δʼ εἰς οὖδας ἔρεισε
若非福玻斯眼见死难英雄们的浩繁行列,
θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
而在无情的心中对他勃然大怒,
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
他此刻早把所有人诛杀殆尽,拔出门枢将城门推倒于地,
ἐς Πριάμοιο πόληα, διέπραθε δʼ ὄλβιον ἄστυ,
或者侧身猛撞击碎门闩,
εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,3
为达那奥斯人开辟通向普里阿摩斯之城的道路,
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
彻底洗劫那富庶的城池了。
αἶψα δʼ ἀπʼ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
阿波罗状如猛兽,迅速从奥林波斯山降临,
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
肩上背着箭筒与无可救治的利箭,
ἔστη δʼ Αἰακίδαο καταντίον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
站在埃阿科斯后嗣的对面。在他身上,
γωρυτὸς καὶ τόξα μέγʼ ἴαχεν· ἐκ δέ οἱ ὄσσων
箭筒与神弓发出震耳的响声,
πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δʼ ὑπεκίνυτο γαῖα.
双目中闪耀着不可熄灭的烈火,脚下的大地微微震颤。
σμερδαλέον δʼ ἤϋσε μέγας θεός, ὄφρʼ Ἀχιλῆα
伟大的神明发出可怕的吼声,
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσανταθεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ·
企图让阿喀琉斯在神圣的纶音面前生畏而退离战场,从而将特洛伊人从死亡中拯救出来:
χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
“珀琉斯之子,退后,离特洛伊人远一点!
οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,4
你不宜再向敌人降下厄运死难,
μή σε καὶ ἀθανάτων τις ἀπʼ Οὐλύμποιο χαλέψῃ.
免得奥林波斯山的不死诸神中有人来惩治你。”
ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
他这般喝道;但阿喀琉斯对神明不朽的呼声毫不畏惧,
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο·
因为无情的命神已然在他身边盘旋。
τοὔνεκʼ ἄρʼ οὐκ ἀλέγιζε θεοῦ, μέγα δʼ ἴαχεν ἄντην·
是以他浑不把神明放在心上,当面厉声喝道:
Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
“福玻斯,你为何偏袒傲慢的特洛伊人,
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
来挑衅我这本无意与神灵作战之人?
ἤδη γὰρ καὶ πρόσθε μʼ ἀποστρέψας ὀρυμαγδοῦἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
此前你便曾将我引开纷扰的战场予以欺瞒,
Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
那时你率先从死厄中拯救了赫克托耳——全城的特洛伊人曾为之无比夸耀的那人。
ἀλλʼ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
快远远退去,回其他福乐诸神的居所去吧,
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.
免得我将你射倒,纵然你是长生不朽之躯!”
ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δʼ ἐπὶ Τρῶας,
说罢,他撇下神明,
οἵ ῥʼ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
向着仍在城前四散奔逃的特洛伊人扑去,
καὶ τοὺς μὲν σεύεσκεν· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
将他们一一驱逐。而福玻斯在胸中激愤,
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
于心中低语道:
ὦ πόποι, ὡς ὅ γε μαίνετʼ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι
“天哪,他的神志何等狂乱!然而面对如此疯狂暴戾、
οὐδʼ αὐτὸς Κρονίδης ἔτʼ ἀλέξεται οὔτε τις ἄλλος
敢与神灵抗衡之人,就连克罗诺斯之子自己或任何其他人,
οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.
也绝不会再予以庇护了。”
ὣς ἄρʼ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·
说完,他与云雾一同隐去身形。
ἠέρα δʼ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
他披覆着浓雾,射出一支可憎的利箭,
καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δʼ ἀνῖαι
疾速刺穿了〔阿喀琉斯〕的脚踝;
δῦσαν ὑπὸ κραδίην· ὁ δʼ ἀνετράπετʼ ἠΰτε πύργος,
剧痛顷刻钻入内心。他轰然倒下,宛如一座高塔,
ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
在地下激流深撼大地的轰鸣中,
ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
狂风的暴烈力量将其摧折于地面;
ὣς ἐκλίθη δέμας ἠῢ κατʼ οὔδεος Αἰακίδαο.
埃阿科斯后嗣雄健的躯体便这般颓然倒在地上。
ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ† ἔπος ἀκράαντον ὁμόκλα·5
他环顾四周,发出一声可怖而徒然的怒吼:
τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
“如今是谁在暗中向我射来这阴险的飞箭?
τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
叫他有胆量当面向我走来,在光天化日之下现身!”
- 3.7Νέστορι ἦρα φέροντας
习语 ἦρα φέρειν(体恤、顺从……的心愿、表示敬意)的现在分词阳性宾格复数,修饰前文的 πάντας,并接与格 Νέστορι 作为宾语,表示希腊全军出于对涅斯托耳的体谅与敬意而同感哀伤。
- 3.8ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
ἀνδρὸς ... πινυτοῖο 为表特征的谓语属格(“……乃是明达之人的特质/本分”),其主语由不定式 τλήμεναι 以及下一行的 καὶ μή τι ... ἀκάχησθαι 充当。
- 3.26καί νύ κε πάντας ὄλεσσε ... εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ
过去与事实相反的虚拟条件句(反事实条件句)。主句(归结分句)由 κε 搭配不定过去时直陈式 ὄλεσσε(及并列的 ἔρεισε, συνέαξεν, θῆκε, διέπραθε)构成,条件分句为 εἰ μή 搭配不定过去时直陈式 χώσατο。
- 3.40οὐ γὰρ ἔοικεν οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν
无人称动词结构 οὐ γὰρ ἔοικεν(“……是不相宜的”)统辖代词宾格与不定式构成的复合结构 σʼ [σε] ... ἰάλλειν。双重否定 οὐ ... οὔ 起强化否定语气的作用。
- 3.67ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ † ἔπος ἀκράαντον ὁμόκλα
此处传抄文本有残损标记(†)。ὀλοόν 与 ἀκράαντον 并列修饰 ἔπος,作为动词 ὁμόκλα 的内因宾格/同族宾格(“喊出了可怖而落空的言语”),亦可理解为带副词性修饰。
