← 斯密那的昆图斯

荷马史诗续集

§3.142-3.215

阿喀琉斯的最后奋战与争夺遗体之号召

身负重伤的阿喀琉斯如负伤雄狮般奋力斩敌后倒毙,帕里斯鼓舞士气,率众争夺他的尸身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
142

βλημένου,1 ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος

但无人敢逼近中箭受伤的他,而是远远退避伫立,

ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι

正如林莽中的农夫惊骇地面对一只被猎人射中的雄狮;

θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι

那雄狮纵然心脏被标枪穿透,

145

λήθεται ἠνορέης, ἀλλὰ στρέφετʼ ἄγριον ὄμμα

也绝不忘其骁勇,反倒转动狂野的双眸,

σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.

在可怖的双颌下发出骇人的咆哮。

ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος

珀琉斯之子的愤怒与致命的伤口同样剧烈地激荡着他的心魂,

θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.

然而神明的利箭正压倒他的生机。

ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι

即便如此,他依然一跃而起,

150

πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον,

挥舞着沉重的长矛扑向仇敌;

Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας·

他命中了赫克托耳的忠勇同伴高尚的俄律索翁的太阳穴内侧,将他击毙。

οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος

头盔未能挡住狂怒的他那柄修长的长矛,

ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν

长矛反而迅即径直穿透头盔与颅骨,

ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.

刺入脑髓的筋络,散尽了他旺盛的生命。

155

Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας

接着他将矛尖从额眉刺入眼窝底部,

ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη

击毙了希波诺俄斯;眼球从眼睑中脱落坠地,

ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη.

其灵魂则飞向哈得斯之府。

Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας

随后他又刺穿阿尔卡托俄斯的下颌,

γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης

削去了他整条舌头;阿尔卡托俄斯喘息着栽倒在尘土中,

160

ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη.

矛尖从耳畔穿出。

καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας

这位宛如天神的男子不仅斩杀了当面扑来的敌手,

δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε

还夺取了许多溃逃者的性命;

φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.

因为他胸中的热血仍在翻滚。

ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,

然而当他的肢体逐渐冰冷、气息消逝之时,

165

ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο

他倚着梣木长矛伫立。敌人们仓皇奔逃,他便朝着他们厉声喝道:

πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα·

“啊,

ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος

怯懦的特洛伊人和达耳达诺斯人,

ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες

即使我死,你们也休想逃脱我无情的长矛!

τίσετʼ ἄρʼ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.

你们所有人必将共同向我的复仇女神偿付惨烈的灭顶之灾!”

170

ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσιφθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος

他这般喝道;闻听此言,他们退缩战栗,

δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ

正如深山中惊恐逃避猛兽的孱弱幼鹿在咆哮的雄狮声中发抖一般。

Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρωνὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,

驱驭骏马的特洛伊军队和异国援军同样在阿喀琉斯最后的吼声中惊恐万状,

175

ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. ὃς δʼ ὑπὸ πότμῳ

以为他依旧未曾受创。然而他在厄运之下,

θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς

勇决的心灵与雄健的肢体渐感沉重,

ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·

宛如高山般轰然倒在尸丛之中;

γαῖα δʼ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη

大地轰鸣,无可挑剔的珀琉斯之子倒下时,

Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δʼ ἔτι θυμῷ

厚重的甲胄发出震天的巨响。敌人们凝视着他,

180

δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·

胸中依然战栗不已;

ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα

正像羊群在圈旁窥见那被精壮猎人击毙的嗜血猛兽,

μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα

依旧惊恐万分,

βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·

不敢近身走过,反而像面对活物一样对尸身惊惧发抖;

185

ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.

特洛伊人同样惧怕那已然殒命的阿喀琉斯。

ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε

然而帕里斯依然用言辞极力鼓舞士气,

λαόν, ἐπεὶ φρεσὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει

因为他心中暗自欣喜;他指望随着珀琉斯之子的殒命,

Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦΠηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·

阿耳戈斯人必将停止那狂暴的纷争,因为阿喀琉斯正是达那奥斯人的支柱:

190

ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,

“朋友们,若你们真诚善意地襄助我,

σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες,

今天我们要么被阿耳戈斯人击溃战死,

ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν

要么保全性命,

ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,

用赫克托耳的骏马拉着倒下的珀琉斯之子直奔伊利翁!

οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος

这些骏马在兄长死后哀伤地载着我奔赴战场,

195

ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·

时刻思念着它们的主人。

τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,

倘若我们能用它们拖曳被击毙的阿喀琉斯,

ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν2 ἠδὲ καὶ αὐτῷ

便能将极大的荣光归于骏马,

Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄϊδος ἀνθρώποισιν

也归于赫克托耳自身——如果哈得斯地府中的亡人真有意识或律法的话;

ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.

因为阿喀琉斯曾给特洛伊人带来无尽的灾难。

200

καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι

全城的特洛伊妇女必将在心中欢欣雀跃,

ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ

围聚在他周围,

πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναιἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·

正如凶猛的母豹或母狮为失去幼崽而向经历艰辛狩猎的精疲力竭的猎人发怒一样;

ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆοςἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,

特洛伊妇人也将这般成群扑向死去的阿喀琉斯的尸身,

αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,

怀着无尽的仇恨——有的为父母愤怒,有的为丈夫,

αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.

有的为子女,有的为显赫的同胞兄弟。

γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,ὅσσους οὐκ ἐθέλοντας ἐν ἄστεϊ γῆρας ἐρύκει,

而我的父亲以及因年老非愿留守城中的长老们,

210

τόνδʼ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες

倘若我们能将此人拖回城中作为飞鸟的食饵,

θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.

他们必将最为开怀。”

ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο

他这般说道;那些先前畏惧阿喀琉斯的人——格劳科斯、

ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,

埃涅阿斯、

Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ

勇猛的阿革诺耳以及其他精于残酷争战的勇士们,

215

ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο,

便纷纷奋勇扑向这位刚毅勇烈埃阿科斯后嗣的尸身。

语法注2 条
  1. 3.142βλημένου

    接续前一段落末尾句子(οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι)的补充性分词。尽管句中指代阿喀琉斯的代词 οἱ 为与格,βλημένου 却作属格,既可视为与趋近之义相关的属格补足语,亦可视为属格绝对结构(“当他中箭之后/尽管他已负伤”)。此处自然理解为对受创之阿喀琉斯的描述。

  2. 3.196τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα, / ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν

    由条件从句中的希求式(εἴ πως ἐρύσαιμεν)与主句中的将来时直陈式(ὀρέξομεν)构成的混合条件句。希求式表达了假设的愿望或可能性(“如果我们能设法拖走”),而将来时直陈式则表达了必然的自信结果(“我们将赋予极大的荣光”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:3.142-3.215