- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:3.216-3.285
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大埃阿斯奋勇守卫阿喀琉斯的遗体并连克敌将,在一番驳斥后将前来挑战的格劳科斯击毙,而埃涅阿斯则奋力抢回格劳科斯的遗体运回城中。
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
他们急切地想将他拖回神圣的伊利翁城。
ἀλλά οἱ οὐκ ἀμέλησε1 θεοῖς ἐναλίγκιος Αἴας,
然而宛如天神的埃阿斯并未忽视他,
ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ
而是迅速跨步护住尸身,
ὤθει ἀπὸ νέκυος. τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,
用长矛将众人从遗骸旁推开。敌人们也没有停止呐喊,
ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
而是围聚在他身边,
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
接连不断地扑上前去争夺,
αἱ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
正如长喙的蜜蜂成群结队绕着蜂巢飞舞以驱逐来犯者;
ἄνδρʼ ἀπαμυνόμεναι, ὁ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας
那人却不顾扑来的蜂群,
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δʼ ἀκάχονται
径自割取蜜色的蜂巢,
καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὣς
蜂群虽遭受烟气冲击与人手的折磨,
ἀντίαι ἀΐσσουσιν, ὁ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν·
依然迎面扑去,而那人却毫不畏惧。
ὣς Αἴας τῶν οὔτι μάλʼ ἐσσυμένων ἀλέγιζεν,
埃阿斯同样丝毫不理会那群猛扑上来的敌人,
ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας
而是首先命中了迈奥尼亚人阿革拉俄斯的胸膛上方将其击杀,
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
随后又斩杀了高贵的忒斯托耳。
εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον
接着他又斩杀了俄库托俄斯、阿革斯特剌托斯、
ζωρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα,
阿伽尼波斯、佐洛斯、
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
尼索斯以及名闻遐迩的厄律玛斯;
ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
厄律玛斯跟随大度开朗的格劳科斯从吕基亚赶来,
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
曾居住在马西枯托斯山对面的陡峭的雅典娜圣所墨拉尼庇翁,
τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
靠近切利多尼亚海角——海员们在海上绕过那些嶙峋险岩时,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
对此地无不战栗恐惧。
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
当他阵亡时,希波洛科斯的名显之子心中一阵冰凉,
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
因厄律玛斯是他的挚友;
καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειαν
他迅速刺中了埃阿斯那面由多层牛皮制成的盾牌,
οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
但矛头根本未曾穿透进入娇嫩的肌肤,
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
因为数重牛皮与盾牌下紧贴其不知疲倦之肢体的胸甲护住了他。
Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
但格劳科斯并未放弃残酷的战斗,
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
一心想要击倒埃阿科斯的后裔埃阿斯,他在盲目狂妄的心中夸口大声恫吓道:
καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
“埃阿斯,
Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
既然众人都说你远胜其他阿耳戈斯人,
Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
并且对你始终怀有与善战的阿喀琉斯同等的崇高敬意,
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
那么我想,如今在他死去之际,
οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.2
你自己也将在今日与他一同葬命!”
ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
他这般说着,吐露着徒劳的狂言;
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
他根本不知道自己正把长矛指向一个多么卓越的勇士。
τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
坚守战阵的埃阿斯冷眼瞪着他说道:
ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
“啊,可怜的家伙,
ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
难道你竟不知道赫克托耳在战场上比你强盛多少吗?即便如此,他也躲避着我们的威势与长矛,
ἡμέτερον· πινυτὸν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
因为他的心灵兼具坚毅与智慧。
σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
而你的心显然已经奔向幽暗的冥府,
ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
竟敢与我交锋,而我是远胜于你的勇士。
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,3
你既不能夸耀是我父辈的宾客,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
也不能用赠礼劝说我脱离战场,
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
正如你对待堤丢斯威猛的儿子那样;
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
但即便你曾逃脱了他的威势,
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖομυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
我却决不放你活着离开战场。
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς
难道你在乱军中仰仗的是那些与你一同如同无用的苍蝇般围着无可挑剔的阿喀琉斯尸体扑窜的人吗?然而对于他们,
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
我也必将猛扑上去降下死亡与黑色的厄运!”
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
言罢,他便冲入特洛伊人之中,
ἐν κυσὶν ἀγρευτῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
正如山谷与密林中跃入猎犬群的雄狮。
πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
他迅速击倒了许多渴望赢得荣光的特洛伊人与吕基亚人;
Τρῶας ὁμῶς Λυκίοισι· περιτρομέοντο δὲ λαοί,ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
人群惊恐万状,
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
正如海中面对可怖的巨兽或大洋滋养的巨型海豚扑来时的鱼群一般。
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
特洛伊人同样惧怕特拉蒙之子的威势,
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς
因他在乱军中不断冲杀。然而他们依然坚持搏杀,
μάρναντʼ, ἀμφὶ δὲ νεκρὸν Ἀχιλλέος ἄλλοθεν ἄλλοι
在阿喀琉斯的遗体周围,
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
四处都有无数战士在尘土中倒毙,
κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
正如雄狮身旁的野猪群一般;残酷的厮杀在他们周围蔓延。
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
在那里,
Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα
勇力非凡的埃阿斯也击倒了希波洛科斯英勇的儿子。他仰面栽倒在阿喀琉斯身上,
κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
正如山间倒伏在坚硬橡树旁的灌木一般;
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
他被长矛击中制服,
βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
重重地跌落在珀琉斯之子身上。而在他身边,
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
安喀塞斯的勇猛之子在与热爱战事的同伴经历无数苦战之后,
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
将他的尸身拖回特洛伊阵中,
δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ.
交给胸中万分哀痛的伙伴们,送往神圣的伊利翁城。
- 3.217ἀλλά οἱ οὐκ ἀμέλησε
动词 ἀμελέω 通常支配属格,但此处代词 οἱ 却以与格形式出现。这可被理解为关涉与格(“未曾在有关他[阿喀琉斯]的事上懈怠/疏忽”),或是直接表示动作对象的修辞性与格用法。结合语境,它指埃阿斯没有忽视阿喀琉斯的尸身,立刻上前守卫。
- 3.248τῷ σε θανόντι / οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν
τῷ 是与格指示代名词,与分词 θανόντι 一致并指代前文的阿喀琉斯,作为复合不定词 συνθανέεσθαι(与……同死)的与格补足成分(“与死去的他一同”)。不定词 συνθανέεσθαι 的逻辑主语是对格 σε 以及同格的 καὶ αὐτόν(“你自己也”),整体构成由 οἴω 支配的宾格不定式从句。
- 3.258οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι
属格代词 μευ 修饰名词短语 ξεῖνος πατρώιος(“我的世交宾客”)。此处直接呼应了《伊利亚特》第6卷中格劳科斯与狄俄墨得斯因父辈宾客之谊而互赠礼物并罢战的著名典故,埃阿斯藉此强调自己与格劳科斯并无此等交情,绝不会对其手下留情。
