← 斯密那的昆图斯

荷马史诗续集

§2.364-2.437

阿喀琉斯参战与同门农的对峙

正当门农与其部众重创阿开奥斯军势之际,涅斯托尔恳请阿喀琉斯出战并救回安提罗科斯的遗体。阿喀琉斯随即赶赴前线与门农交手,二人在互致伤害之后,围绕各自神圣母亲的尊贵出身展开了激烈的口舌之争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
364

Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος

阿尔库俄纽斯、纽基俄斯与勇悍的阿西亚得斯,

365

αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε

持矛勇士墨涅克罗斯、亚历克西波斯与克吕冬,

ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ

以及其他渴求追击之士,他们自己

καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.

亦信赖自家的君王而在搏杀中奋发图强。

καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι

正当此时,面对向达那奥斯人猛扑而来的墨涅克罗斯,

Νηλείδης κατέπεφνεν.1 ὁ δʼ ἀσχαλόων ἑτάροιο

涅琉斯之子将其击杀。为战友之死而悲愤的

370

Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον·

勇猛门农,遂屠戮了众多的敌军;

ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι

宛如在群山之中,猎人扑向疾奔的群鹿,

θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν

在昏暗的猎网之内,由于青壮猎手的驱赶,

ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης

群鹿聚集成群落入最后的狩猎圈套,猎犬们狂喜吠叫,

αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσιν,

吠声不绝,而那满腔杀气的猎人以投枪

375

πυκνὸν ὑλακτιόωντες, ὁ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι

给最为迅捷的幼鹿带来惨痛的杀戮:

κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·

门农亦这般屠戮大军;周围的战友们

ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δʼ ἑταῖροι

欢欣鼓舞,

γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο.

阿耳戈斯人却畏惧着那威名赫赫的勇士奔逃。

ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο

又宛如从高耸险峻的崇山之上,巨石轰然崩落,

380

πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς

高处不知疲倦的宙斯以令人呻吟的霹雳将其击中,

ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,

从悬崖上推落而下,

τοῦ δʼ ἄρʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος2

巨石在茂密的橡树林与漫长峡谷中砸碎穿行,

βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δʼ ἀνʼ ὕλην,

深谷轰鸣,在丛林中战栗不已,

εἴ που μῆλʼ ὑπένερθε κυλινδομένοιο νέμονται

若有羊群在滚滚落石下方啮草,

385

ἢ βόες ἠέ τινʼ ἄλλα, καὶ ἐξαλέονται ἰόντος

抑或牛群及其他牲畜,皆仓皇奔避这奔袭而来的

ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρʼ Ἀχαιοὶ

狂暴无情之势:阿开奥斯人亦如是

Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.

畏惧着猛扑而来的门农那沉重长矛而奔逃。

καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο

此时,靠近那强健的埃阿科斯之后裔,

Νέστωρ, ἀμφὶ δὲ παιδὶ μέγʼ ἀχνύμενος φάτο μῦθον·

涅斯托尔走上前来,因其子而万分哀痛地吐露言辞:

390

ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,

“阿喀琉斯啊,强壮阿耳戈斯人的坚固屏障,

ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων

我心爱的儿子已然夭亡,门农占有着那死者的

τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται·

铠甲武具,我深恐他沦为群犬之饵食;

ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου

求你速来援救,盖真朋友乃是能记念阵亡战友、

μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτʼ ἐόντος.

并为不再人世者悲泣哀悼之人。”

395

ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρένας ἔμπεσε πένθος·

他这般诉说;闻听此言,阿喀琉斯的心中涌起无尽悲伤;

Μέμνονα δʼ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν

当他在痛苦呻吟的混战中察觉到门农

Ἀργείους ἰληδὸν ὑπʼ ἔγχεϊ δηιόωντα,

正以长矛一队队击杀阿耳戈斯人时,

αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν

他立刻撇下那些在其他方阵旁被他亲手屠灭的

ἀμφʼ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο

特洛伊人,怀着对战斗的渴求,

400

ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο

因安提罗科斯及其他阵亡者心怀愤懑,

ἠδʼ ἄλλων κταμένων· ὁ δʼ ἀνείλετο χείρεσι πέτρην,

迎面冲向门农。门农则双手抱起一块巨石,

τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,

那是凡人设在麦穗丰饶之田地上的界石,

καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος

那如神勇士将它狠狠砸向不屈的佩琉斯之子的

δῖος ἀνήρ· ὁ δʼ ἄρʼ οὔτι τρέσας περιμήκεα πέτρην

盾牌;但阿喀琉斯对那巨大的石头毫无惧色,

405

αὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,

长矛前挺,立刻逼近门农身前,

πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,

他是徒步而来,盖他的战马尚在战阵后方;

καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν·

长矛越过盾牌重重击中门农的右肩;

ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβέϊ μάρνατο θυμῷ·

门农虽负创伤,仍以毫无畏惧之心搏杀,

τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·

以强健的长矛刺中了埃阿科斯后裔的手臂;

410

τοῦ δʼ ἐχύθη φίλον αἷμα· χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως,

宝贵的血液由此流出;门农英雄虚妄地狂喜,

καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·

随即以傲慢之语向他说道:

νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ

“如今我料定你将在我手中覆灭以尝尽惨烈的死劫,

χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.

再也无法逃脱这场战阵的诛戮。

σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες

狂徒啊,你凭何肆无忌惮地毁灭特洛伊人,

415

πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,

自夸在所有男儿中远为最为卓越,

μητρός τʼ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη

且生自不死的涅柔斯之女?然而如今,

ἤλυθεν αἴσιμον ἦμαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ

你的死期已然来临,因我乃神裔所出,

Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι

是黎明女神的勇健之子,在远方

Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.

那如百合般娇美的赫斯珀里得斯姐妹于大洋河畔将我抚育成人。

420

τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω

因此我丝毫不回避与你残酷的交锋,

εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ

盖我深知我那尊贵的神圣之母,远比你自夸

Νηρεΐδος, τῆς αὐτὸς ἐπεύχεαι ἔκγονος εἶναι·

为其后嗣的涅瑞伊得斯女神尊贵得多。

ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,

她照耀着赐福的众神与地上的凡人,

τῇ ἐπὶ πάντα τελεῖται3 ἀτείρεος ἔνδον Ὀλύμπου

在不屈的奥林匹斯之内,于她的光辉下一切善美荣耀的事业

425

ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ·

得以完满成就,成为凡人的福祉;

ἡ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι

而你的母亲缩居于荒凉的大海深处,

ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα

与海怪同眠,自夸于鱼群之中,

ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω

碌碌无为且隐没无闻;我绝不将她放在眼里,

οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.

亦不认为她能与天上的不死诸神相提并论。”

430

ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο·

门农如是说;埃阿科斯之子的勇猛后代反唇讥刺:

ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν

“门农啊,是何等邪恶的心智如今驱使你

ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;

前来面对我,并在战阵中与我较量争衡?

ὃς σέο φέρτερός εἰμι4 βίῃ γενεῇ τε φυῇ τε

论力量、血统与体魄,我都远胜于你,

Ζηνὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα

我承袭了心胸崇高的宙斯之显赫血脉,

435

καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε κούρας

以及强健的涅柔斯之血,正是他孕育了海中的仙女

Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ,

涅瑞伊得斯诸神,众神在奥林匹斯对其敬重有加,

πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,

而诸仙女中尤以谋略卓越的忒提斯最受崇敬。”

语法注4 条
  1. 2.369Νηλείδης κατέπεφνεν

    父名形式“涅琉斯之子”(Νηλείδης)通常指涅斯托尔。尽管在前文中老将涅斯托尔已在后撤,但在句法上他依然是动词 κατέπεφνεν(“击杀”)的主语,可能是在殿后掩护或自卫中诛杀了墨涅克罗斯。虽然亦有解作其子特剌苏墨得斯之说,但依照史诗传统用例仍以取涅斯托尔为主语最为确切。

  2. 2.382τοῦ δʼ ἄρʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος

    长篇史诗明喻中属格绝对结构的复指再开(epanaleptis)。第16行的属格绝对结构 ἐξεριπόντος ... πέτρου 被关系从句 τὸν ... ὤσῃ(第17–18行)打断,在此通过代词 τοῦ 与分词 ῥαγέντος 重新承接并继续。明喻从句的核心主谓结构为 βῆσσαι ἐπικτυπέουσι(第20行),其后再由 ὣς ἄρʼ Ἀχαιοὶ ... 引出喻体与主干的对应。

  3. 2.424τῇ ἐπὶ πάντα τελεῖται

    介词 ἐπί 后置(anastrophe)修饰指示代词 τῇ(指代黎明女神厄俄斯),意为“在她(的光辉/临在)之下,一切得以成就”。亦可视为复合动词 ἐπιτελέω 的分置(tmesis),而将 τῇ 视为利益与格(“为她”),但结合前一行中的 φαείνει(“普照”),将其视为表示在晨光照临之下(ἐπί + 与格)更为贴切。

  4. 2.433ὃς σέο φέρτερός εἰμι

    关系代词 ὃς 与第一人称单数动词 εἰμι 呼应,承接前文的 ἐμεῖο(“我”),带有原因或反诘意味(“而我本在……方面远胜于你”)。这种结构使关系从句充当了强调第一人称主语优越性的独立主张。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.364-2.437