- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.438-2.514
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿喀琉斯驳斥门农,盛赞其母忒提斯对奥林匹斯诸神的恩德,随后二人拔剑展开激烈决斗。两军殊死交战,天地为之震颤,在众神的注视下,宙斯降下双重命运之神,将漆黑的死劫归于门农,将光明的胜利赋予阿喀琉斯。
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
正因她曾将狄俄倪索斯迎入自己的殿堂,
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
当他畏惧毁灭者吕枯耳戈斯的暴虐之时;
ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
又正因她在善心的锻造之神赫淮斯托斯
δέξαθʼ ἑοῖσι δόμοισιν ἀπʼ Οὐλύμποιο πεσόντα,
从奥林匹斯坠落之际,将其接入自己的居所;
αὐτόν τʼ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·
更因她曾将雷霆之主亲手解脱于桎梏:
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
感念着这些功绩,明察万物的天界诸神
μητέρʼ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
才在神圣的奥林匹斯崇敬我的母亲忒提斯。
γνώσῃ δʼ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
你将明白她确是女神,待那青铜的长矛
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·
凭我的勇力掷出、贯入你的肝脏之时;
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς
因我为帕特洛克罗斯之故对赫克托耳〔已然复仇〕,亦因安提罗科斯之故盛怒而将
τίσομαι·1 οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
向你复仇;盖你击杀的绝非无能之士的战友。
ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
然而我们为何如同蒙昧无知的孩童,
ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
久久伫立在此夸耀彼此双亲的功勋
ἠδʼ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.
与我们自身的功业?阿瑞斯已近在眼前,勇武亦在身旁。”
ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
言罢,他双手握住修长的利剑,
Μέμνων δʼ αὖθʼ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν·
门农亦在对面拔剑,二人迅疾猛扑相向;
τύπτον δʼ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες
他们胸中燃烧着永不厌足的狂热,
ἀσπίδας, ἃς Ἥφαιστος ὑπʼ ἀμβροσίῃ κάμε τέχνῃ,
频频交错冲杀,劈击着对方那赫淮斯托斯
πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν
以不死神技精工锻造的坚盾;两面的头盔
ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
相互顶撞,盔缨与盔缨彼此相触。
Ζεὺς δὲ μέγʼ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
宙斯满怀厚爱赋予二人无穷神力,
τεῦξε δʼ ἄρʼ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
使他们不知疲倦且躯体更显宏伟,绝非
ἀνδράσιν, ἀλλὰ θεοῖσιν· ἔρις δʼ ἐπεγήθεεν ἄμφω.
凡人可比,宛若神明;争端女神见状为之狂喜。
οἱ δʼ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
二人急于将锋刃立刻刺入对方肉体,
μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης
在盾牌与高耸盔缨的头盔之间,
πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δʼ αὖτε
频频直刺倾泻威力,或又在另一刻
βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
刺向胫甲微上方、紧贴健壮四肢的
θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
精巧胸甲下缘,
ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη
双方步步紧逼;护卫在肩头的不朽铠甲
ἀμφʼ ὤμοις ἀράβησε· βοὴ δʼ ἵκετʼ αἰθέρα δῖον
铿锵作响;呼号之声直冲清澈的九霄,
Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων
那是特洛伊人、埃塞俄比亚人与勇烈阿耳戈斯人
μαρναμένων ἑκάτερθε· κόνις δʼ ὑπὸ ποσσὶν ὀρώρει
在两翼搏杀的呐喊;粉尘自足下腾起,
ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργον.
直至广袤苍穹,因宏大的决战已然轰烈展开。
Εὖτʼ ὀμίχλη κατʼ ὄρεσφιν ὀρινομένου ὑετοῖο,
宛如风雨汇聚时漫山涌起的浓雾,
ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι
湍急的涧壑顷刻溢满奔腾的急流,
ὕδατος ἐσσυμένοιο, βρέμει δʼ ἄρα πᾶσα χαράδρη
万壑随之发出无尽的轰鸣,
ἄσπετον, οἱ δʼ ἄρα πάντες ἐπιτρομέουσι νομῆες
群牧皆战栗于山洪,以及那深受嗜杀野狼
χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν
与无垠山林所孕育的百兽喜爱的迷雾:
ἠδʼ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη·
令人痛苦的尘土亦如此在他们足下弥漫飞扬,
ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητʼ ἀλεγεινή,
遮蔽了苍穹,连太阳的明辉
ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιοαἰθέρʼ ἐπισκιάουσα· κακὴ δʼ ὑπεδάμνατʼ ὀϊζὺς
亦被掩盖;凶暴的灾难在尘土
λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.
与死劫难逃的混战中将大军碾碎覆灭。
καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
福乐诸神中的一位随即从交战之处
ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
将浓尘迅速驱散;而毁灭的命运女神们催逼两翼的疾驰方阵,
κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
在痛苦呻吟的鏖战中
δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δʼ οὐ λῆγε φόνοιο
承受无休无止的苦难;阿瑞斯未曾止息惨厉的杀戮,
λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα
四处的大地皆被喷溅的热血污损染遍;漆黑的死神为之欣喜;
αἵματος ἐκχυμένοιο· μέλας δʼ ἐπετέρπετʼ Ὄλεθρος·
那广阔的牧马平原塞满了战死者的尸骸,
στείνετο δὲ κταμένων πεδίον μέγα θʼ ἱππόβοτόν τε,ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέργει
从伊达山奔流汇入神圣赫勒斯滂的
Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
西摩伊斯河与克珊托斯河两水所环抱之地尽皆如此。
Ἀλλʼ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις
然而,当交战者漫长而激烈的搏杀旷日持久,
μαρναμένων, ἶσον δὲ μένος τέτατʼ ἀμφοτέροισι,
双方势均力敌、胜负难分之时,
δὴ τότε τούς γʼ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
高坐远方的奥林匹斯诸神凝神注视,
οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι,
有的心系不屈的佩琉斯之子而欢欣,
οἱ δʼ ἄρα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
有的则为提托诺斯与黎明女神的崇高之子而欣悦。
ὑψόθι δʼ οὐρανὸς εὐρὺς ἐπέβραχεν· ἀμφὶ δὲ πόντος
九天之上广阔的苍穹轰隆作响;四围的大海
ἴαχε· κυανέη δὲ πέριξ ἐλελίζετο γαῖα
发出巨吼;黛青色的大地在二人足下
ἀμφοτέρων ὑπὸ ποσσί· περιτρομέοντο δὲ πᾶσαι
四方剧烈震颤;围绕在忒提斯身旁的所有
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
高傲涅柔斯之女,皆为强悍的阿喀琉斯
ὀβρίμου ἀμφʼ Ἀχιλῆος ἰδʼ ἄσπετα δειμαίνοντο·
战栗颤抖,惶恐万分;
δείδιε δʼ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
黎明女神自己亦为心爱的爱子忧心忡忡,
ἵπποις ἐμβεβαυῖα διʼ αἰθέρος· αἱ δέ οἱ ἄγχι
驾着骏马伫立在苍穹之中;身旁
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
赫利俄斯之女皆惊叹驻足,
θεσπέσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
环绕着宙斯赐予不知疲倦的太阳神作为岁序运行的
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾧ περὶ πάντα
神圣天轮,万物皆环绕于此
ζώει τε φθινύθει τε περιπλομένοιο κατʼ ἦμαρ
而在时光流转的昼夜里生生不息、荣枯代谢,
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
岁岁年年周而复始。
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
此时残酷的纷争本会降临至福乐诸神之间,
εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
若非在雷霆轰鸣的宙斯授意之下,
δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
两尊命运女神飞速伫立于二人两侧,
κῆρες,2 ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
漆黑的一尊走向门农的心脏,
φαιδρὴ δʼ ἀμφʼ Ἀχιλῆα δαΐφρονα· τοὶ δʼ ἐσιδόντες
明亮的一尊则护卫在英睿的阿喀琉斯身旁;
ἀθάνατοι μέγʼ ἄϋσαν, ἄφαρ δʼ ἕλε τοὺς μὲν ἀνίη
不死诸神见状大声呼喊,顷刻间惨痛的哀伤攫住了这方,
λευγαλέη, τοὺς δʼ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
而美好灿烂的欢欣则降临于那方。
ἥρωες δʼ ἐμάχοντο καθʼ αἱματόεντα κυδοιμὸν
英雄们却依然在血染的混战中浴血鏖战。
- 2.447Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς τίσομαι
中动相未来时动词 τίσομαι(“复仇/惩罚”)支配受惩者的宾格(Ἕκτορα 与 σέ),并支配复仇缘由所涉之人的原因属格(Πατρόκλοιο 与 Ἀντιλόχοιο)。分词 χολωθείς(“被激怒”)亦可支配此原因属格,二者共同构成严整的双重支配结构。
- 2.507καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις, εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν κῆρες
荷马式过去非真实条件句(反事实条件句)。归结从句使用副词 κέ(相当于 ἄν)配合不定过去时直陈式 ἔμπεσε(“残酷的纷争险些降临至诸神”);条件从句由 εἰ μή 引导,配合不定过去时直陈式 παρέσταν(即 παρέστησαν,“若非两尊命运之神伫立在旁”),表达由于宙斯的介入而得以避免的过去危机。
