← 斯密那的昆图斯

荷马史诗续集

§2.293-2.363

门农的宽纵与涅斯托尔的撤退

门农剥取安提洛科斯的甲胄,并因敬重老王涅斯托尔与其父同寿而劝其退避。涅斯托尔哀叹自己年老力衰,只得含悲弃尸后撤,而得势的门农则大举追杀希腊联军直抵海滩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
293

Φηρεὺς ὀβριμόθυμος, ὁ δʼ ἔκτανε ΛαομέδονταΝέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,1

勇悍的费柔斯,以及因兄弟之死而暴怒的涅斯托尔之勇子,

295

ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ

斩杀了拉俄墨冬——那兄弟正是门农在混战中所诛杀之人;

χερσὶν ὑπʼ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη

门农正用不知疲倦的双手从其尸身上剥除全铜铠甲,

οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ

既不顾忌特剌苏墨得斯的威猛,亦不在意高贵的费柔斯,

Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δʼ ἅτε θῶε

盖因他远比二人强大。

ἀμφʼ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα

他们二人宛如豺狼面对跨立在雄鹿旁的巨狮,

300

οὔτι πρόσω μεμαῶτες ἔτʼ ἐλθέμεν· αἰνὰ δὲ Νέστωρ

心怀畏惧,再不敢挺身向前。

ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δʼ ἄλλους

近旁的涅斯托尔目睹此景,发出凄惨的哀恸,

σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς

呼唤其他战友向敌阵冲击;

ὥρμαινεν πονέεσθαι ἀφʼ ἅρματος, οὕνεκʼ ἄρʼ αὐτὸνπαιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε

他自己亦打算从战车上投入鏖战,

305

πὰρ δύναμιν· μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς

因对夭亡爱子的痛惜已驱使他超乎力量所及地奔赴战尘。若非雄心勃勃的门农在迎面冲来的老王面前开口说话、

κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν

胸中因敬畏与其父同寿之人而生出礼敬,

Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν2

涅斯托尔自身亦险些倒在爱子身旁、列于被斩杀的亡魂之中:

αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·

“老人家,

ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι

与你这位年长之辈交锋于我实不相宜,因我深明事理。

310

πρεσβυτέροιο γεγῶτος, ἐπεί γʼ εὖ οἶδα νοῆσαι·ἦ γὰρ ἔγωγʼ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδραἀντιάαν δηίοισι· θρασὺς δέ μοι ἔλπετο θυμὸς

方才我还以为前来抵御敌人的你是一位年轻善战的勇士,

χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.

我那大胆的心原期盼着一场配得上我的手与战矛的功绩。

ἀλλʼ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,

然而,退回吧,远离可憎的拼杀与屠戮;

315

χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,

退后吧,免得我迫于无奈非情愿地将你击毙,

μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγʼ ἀμείνονι φωτὶ

免得你在与远胜于己的强手交锋中倒毙在爱子身旁,

μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται

免得人们笑谈你昏聩无智;

ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.

盖直面强过自己之人实非明智。”

ὣς φάτο· τὸν δʼ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ·

门农这般说道;对面的老王则以言辞答复他:

320

ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντʼ ἀγορεύεις·

“门农啊,你所说的一切想必皆是空谈。

οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸςἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα

盖断无人会说,一个为了爱子力战仇敌、

νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον·3 ὡς ὄφελόν μοι

在搏杀中欲将残酷的杀子凶徒从遗体旁驱逐的人是在犯傻昏聩。

ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος·

但愿我体内尚存当年的刚健武勇,好教你领教我的长矛!

325

νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς

如今你之所以如此大言不惭,

θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα·

盖因年轻人的胸怀虽豪放,心智却浅薄;

τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.

因此你心高气傲,吐露虚妄之词。

εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,

若是在我年富力强时与我相遇,

οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·

纵然你神勇无匹,你的同袍亦休想因你而喜悦。

330

νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,

然而如今,我恰似一头受困于凄凉暮年的老狮,

ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται

被羊群丰足的围栏中的猎犬大胆驱赶,

θαρσαλέως, ὁ δʼ ἄρʼ οὔτι λιλαιόμενός περ ἀμύνει

任其百般渴望反抗却全然无法自卫,

οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες

因它的利齿与力量皆不再坚固,

οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·

强健的雄心随岁月消磨殆尽:

335

ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,

我的胸中亦如是,

οἷόν. περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμιπολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει

再无往昔那般喷涌的力量。然而我仍胜过许多凡人,

ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.

我的衰朽之躯仅屈服于少数兼具力量与青春之人。”

ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα

说完这番话,他略微后撤,

κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν

丢下倒卧在尘埃中的爱子,

340

γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν·

因他那屈伸自如的四肢中再无半点往日的气力,

γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.

已完全被饱经忧患的暮年沉沉压垮。

ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης

同样,精于岑木矛的特剌苏墨得斯、

Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι

勇悍的费柔斯以及其余所有战友皆惊骇倒退;

δειδιότες· μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.

盖那致命的煞星正猛扑向他们。

345

Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνηςκαχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ

宛如从崇山峻岭奔涌而下的急流旋涡带着无尽的喧嚣翻腾奔泻,

ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ

彼时宙斯在人间布下阴霾天日,

Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ

掀起巨大的暴风,神圣的浓云密布四方,

βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων

雷霆伴随闪电轰鸣不绝,

350

θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι

低洼的田野被倾盆而至的狂暴雨水淹没,

ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ

群山间漫长的沟壑凄厉回响:

σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου

门农亦如是把阿耳戈斯人赶向赫勒斯滂的海滩,

Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε·

紧随其后大肆屠戮。

355

πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπονΑἰθιόπων ὑπὸ χερσί· λύθρῳ δʼ ἐφορύνετο γαῖα

众人在埃塞俄比亚人的手下将性命断送在尘埃与鲜血中,

ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων

大地被殒命的达那奥斯人的血污所浸染。门农胸中狂喜,

αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν

不断向敌人的纵深冲击;

στείνετο Τρώιον οὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·

特洛伊的原野上尸积如山,他却丝毫不肯停手。

360

ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα

盖他期盼成为特洛伊人的明灯、

ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόπευεν

达那奥斯人的灾星;然而令人悲泣的命运女神已伫立在侧,

ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.

蛊惑着他并催促他陷入混战。

ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,

在他周围,勇武的扈从们仍在奋力厮杀。

语法注3 条
  1. 2.294ἀδελφειοῖο χολωθείς

    伴随分词 χολωθείς(恼怒的)的原因属格,表示特剌苏墨得斯因兄长安提洛科斯遭门农诛杀而燃起的愤恨。

  2. 2.305μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν

    史诗中的非真实条件句结构。主句使用 μέλλεν 配合现在不定式 κεῖσθαι(“险些倒下/就要倒下”),省去了虚拟小词 ἄν,与由 εἰ μή 引导的直陈式过去时条件从句(εἰ μὴ... προσέειπεν)搭配,表达差一点就发生但未成真的过去事态。

  3. 2.321οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον

    主动词 ἐρέει 支配宾格加不定式结构(不定代词 τις 作主语,ἀφραίνειν 为不定式)。不定式 ἀφραίνειν 的逻辑主语为涅斯托尔自身,由两个宾格现在分词 πονεύμενον(“与敌力战”)和 σεύοντα(“驱逐”)与之修饰一致。δηίοισι 是表示不利或对手的与格,ἀνηλέα παιδοφονῆα 则是分词 σεύοντα 的直接宾语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.293-2.363