← 斯密那的昆图斯

荷马史诗续集

§2.220-2.292

安提洛科斯阵亡与涅斯托尔的抗击

阿喀琉斯与门农在战场两端各自重创敌军,门农杀死了挺身护父的安提洛科斯。目睹爱子阵亡的涅斯托尔悲痛之余,鼓动特剌苏墨得斯与费柔斯上前围攻门农以夺回遗体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
220

βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει·

投枪交错,在他们中间燃起了哀号与喧嚣。

ὡς δʼ ὅτʼ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν

宛如雷鸣滚滚的江河汇入大海时发出震天轰鸣,

εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος

彼时宙斯降下的暴雨最是滂沱,

ἐκ Διός, εὖτʼ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι

云层相互激荡,永不停息地轰鸣,

θηγόμενʼ ἀλλήλοισι, πυρὸς δʼ ἐξέσσυτʼ ἀϋτμή·

烈焰的气浪喷涌而出:同样,

225

ὣς τῶν μαρναμένων μέγʼ ὑπαὶ ποσὶ γαῖα πελώρη

在交战双方足下,辽阔的大地发出剧烈震颤,

ἔβραχε, θεσπεσίου δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτὴ

凄厉的呼喊穿透浩瀚的长空,

σμερδαλέη· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.

盖因两军的呐喊凶悍骇人。

Ἔνθʼ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην

彼时,珀琉斯之子斩杀了塔利奥斯与无可挑剔的门忒斯,

ἄμφω ἀριγνώτω, βάλε δʼ ἄλλων πολλὰ κάρηνα.

二人皆威名远扬;他又击碎了众多敌人的头颅。

230

εὖτʼ αἰγὶς βερέθροισιν ὑποχθονίοις ἐπορούσῃ

恰似暴风狂暴地卷入地下的深壑,

λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται

瞬息将一切从根基处摧垮倾覆在大地之下,

ἐκ θεμέθλων· μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·

大地深处剧烈颤栗:

ὣς οἵ γʼ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ

他们亦如是在珀琉斯之子的长矛下因迅疾的厄运倒卧尘埃,

αἰχμῇ Πηλείωνος· ὁ γὰρ μέγα μαίνετο θυμῷ.

因他胸中狂怒万丈。

235

ὣς δʼ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης

与此同时,在战场的另一侧,

Ἀργείους ἐδάϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,

黎明女神的高贵之子正屠戮阿耳戈斯人,

ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.

宛如那给生灵带来灾祸与耻辱性灭顶之灾的险恶命运。

πρῶτον δʼ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας

他先是以凶狠的枪穿胸刺杀了费隆,

δούρατι λευγαλέῳ, ἐπὶ δʼ ἔκτανε δῖον Ἔρευθον,

继而诛杀了高贵的厄柔托斯,

240

ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμην,

二人皆热切渴望征战与惨烈的肉搏,

οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις,

他们曾居住在阿尔斐奥斯河畔的斯律翁,

καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ·

随同涅斯托尔奔赴神圣的伊利昂城。

τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν1

当门农将二人剥去甲胄后,

κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς

便急欲诛杀涅琉斯之子而径直逼近。但神一般的安提洛科斯挺身而出,

245

πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε

投出长枪,因门农略加闪避而差之毫厘;

τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον

长枪却刺中了他亲密的战友、

αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο2

勇猛的皮拉西得斯。门农因同袍被杀而勃然大怒,

Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος

扑向安提洛科斯,

καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι

宛若一头雄狮扑向那懂得直面人类与野兽搏杀且凶威无匹的野猪:

250

ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή·ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δʼ εὐρέϊ μιν βάλε πέτρῳ

他迅疾如风地扑来,

Ἀντίλοχος· τοῦ δʼ οὔτι λύθη κέαρ, οὕνεκʼ ἄρʼ αὐτοῦ

而安提洛科斯用一块巨石击中了他。然而门农的心志未受分毫挫伤,

ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·

因坚实的头盔替他挡下了致命的凶险;

σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη

但他受击之下,胸中怒火万丈,

255

βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον

头盔周遭铮铮作响,他对安提洛科斯愈发暴怒,

μαίνετʼ ἐπʼ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή·

胸中沸腾起无敌的武勇。

τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα

于是,纵然安提洛科斯亦是骁勇的掷枪手,

τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος

门农仍一枪击中涅斯托尔之子的胸口上方,

ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.

将沉重的战矛直贯心脏——凡人遭受此处重创便立时毙命。

260

τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη

当他倒下时,达那奥斯全军皆沉浸在剧痛之中,

πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος

尤其是其父涅斯托尔,

Νέστορι παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος·3

目睹爱子丧命眼前,

οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,

悲痛更是浸透了心腑;盖凡人世间,

ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος·

断无比眼睁睁看着骨肉夭折更甚的惨痛。

265

τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν

因此,他虽以刚毅的心志强抑情感,

ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος·

仍为爱子屈从于恶运而深切哀痛。

κέκλετο δʼ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·

他急忙呼唤远处的特剌苏墨得斯:

ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα

“奋起吧,赫赫有名的特剌苏墨得斯!

σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιονεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ

好叫我们将杀害你兄弟与我儿子的凶手从那凄惨的遗体旁驱逐,

ἀμφʼ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.

抑或我们自身亦在他的遗骸旁承受凄惨的厄运!

εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γʼ ἐμεῖουἱὸς ἔφυς οὐδʼ ἐσσὶ Περικλυμένοιο γενέθλης,

倘若你胸中生出畏惧,你便不是我的骨肉,

ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.

亦非佩里克吕墨诺斯的后裔——那人曾悍然敢于直面赫拉克勒斯。

275

ἀλλʼ ἄγε δὴ πονεώμεθʼ, ἐπεὶ μέγα κάρτος ἀνάγκη

来吧,让我们奋力迎敌,因绝境常常能赐予鏖战之人、

πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.

哪怕是卑弱之辈以巨大的力量。”

ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς

老王这般说道;而特剌苏墨得斯听闻此言,

πένθεσι λευγαλέοισιν· ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι

胸中心绪因惨痛的哀伤而纷乱如麻。转瞬之间,

Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος

因失去君王而同陷悲戚的费柔斯快步赶至他身旁;

280

εἷλεν ἄχος· κρατεροῖο δʼ ἐναντία δηριάασθαι

他们穿过血腥的混战,

Μέμνονος ὡρμήθησαν ἀνʼ αἱματόεντα κυδοιμόν.

奋起向强悍的门农冲杀而去。

ὡς δʼ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσαςοὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης

宛若两名猎人在陡峭山岭的茂密林谷中急切贪求猎物,

ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀΐσσωσι

向野猪或公熊直扑过去意图将其毙命,

285

κτεινέμεναι μεμαῶτες, ὁ δʼ ἀμφοτέροις ἐπορούσας

而狂兽以咆哮的怒意扑向二人、

θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·

奋力抵御人类的凶猛攻击:

ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι

门农彼时亦是这般豪气干云。他们逼近门农身边,

ἤλυθον· ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο

却无法以长岑木矛将其诛杀;

μακρῇσιν μελίῃσιν· ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ

矛尖被远远地荡开,远离他的肌体,

290

τῆλε χροός· μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια·

想必是黎明女神将其偏转开去。

δούρατα δʼ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλʼ ὁ μὲν ὦκα

然而战矛并未徒劳落空,

ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος

其中一人迅疾而果决地击毙了墨革斯之子波吕谟尼奥斯。

语法注3 条
  1. 2.243Νηλέος υἱὸν

    “涅琉斯之子”指涅斯托尔。从紧接其后安提洛科斯(涅斯托尔之子)挺身而出掩护的情节可见,门农原先欲斩杀的目标是老将涅斯托尔,安提洛科斯乃是为护父而介入并阵亡。

  2. 2.247χωσάμενος κταμένοιο

    分词 χωσάμενος 同时支配表示发怒对象的与格 Ἀντιλόχῳ 以及表示发怒缘由的“原因属格”κταμένοιο(“因被杀之人[皮拉西得斯]而恼怒”)。

  3. 2.262παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος

    此句在句法上充当“属格绝对结构”,表述伴随状况或原因(“其子在眼前阵亡之时/因其子在眼前阵亡”),同时在语意上补充修饰前面的 πένθος(“悲痛”),说明涅斯托尔悲伤之由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.220-2.292