← 斯密那的昆图斯

荷马史诗续集

§2.146-2.219

破晓出阵与两军交锋

门农在宴席上主张克制并退席作最后的安歇,宙斯则严禁诸神干预次日战事;破晓时分,双方大军全副武装开进平原,在阿喀琉斯与门农的引领下展开惨烈交锋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
146

κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων

门农抚摸着那只极尽华美的金杯,

ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·

心中赞叹不已,插话道:

οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι

“在宴席上大肆夸口、

οὐδʼ ἄρʼ ὑποσχεσίην κατανευέμεν, ἀλλὰ ἕκηλον

轻诺下盟誓本非当务之急,

150

δαίνυσθʼ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·

倒当在殿中安详享宴,筹谋适宜之策。

εἴτε γὰρ ἐσθλός τʼ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,

盖我究竟是骁勇刚毅抑或不然,

γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότʼ ἀνέρος εἴδεται ἀλκή.

你自可在交兵沙场、男儿武勇显露之时知晓。

νῦν δʼ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδʼ ἀνὰ νύκτα

现今且容我们歇息安寝,切莫整夜痛饮;

πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι

因对于急欲赴战之人而言,

155

οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.

无休止的痛饮与痛苦的少眠实为大患。”

ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·

他这般说完;老王钦佩地对他说:“你自可依己意享用筵席,

αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δʼ αὐτῷ·

听凭自己的心愿;我断不会违逆你的意志相强。

οὐ γὰρ ἐγώ σʼ ἀέκοντα βιήσομαι· οὐ γὰρ ἔοικεν

因将欲离席之人强行挽留,

οὔτʼ ἀπιόντʼ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα

或将留驻之人逐出大殿,

160

σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.

皆非所宜:人间之礼数正当如此。”

ὣς φάθʼ· ὁ δʼ ἐκ δόρποιο μεθίστατο· βῆ δὲ πρὸς εὐνὴν

老王言罢,门农便离席而起,

ὑστατίην·1 ἅμα δʼ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι

走向他最后的床榻;其余食客亦一同散去歇宿,

δαιτυμόνες· τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.

甘甜的睡意旋即降临众人身上。

αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο

与此同时,在聚敛闪电的宙斯殿堂中,

165

ἀθάνατοι δαίνυντο· πατὴρ δʼ ἐν τοῖσι Κρονίων

永生的诸神正举行筵席;席间克洛诺斯之子父神深明事理,

εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·

宣告了那凄楚战祸的结局:“诸神啊,

ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα

尔等皆当明了明日战场上即将奔袭而至的沉重灾厄!

αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολλῶν μένος ἵππωνὄψεσθʼ ἀμφʼ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν

尔等将眼见战车两旁无数骏马的雄威惨遭屠戮,

170

ἄνδρας δʼ ὀλλυμένους· τῶν καὶ πέρι κηδόμενός τις

众勇士殒命身亡。因此,尔等之中即便有人深切挂念,

μιμνέτω ὑμείων2 μηδʼ ἀμφʼ ἐμὰ γούναθʼ ἱκάνων

亦当固守本处,切莫前来抱我双膝哀告求情;

λισσέσθω· κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.

因冷酷的命运即使对我们神明而言亦不可动摇。”

ὣς ἔφατʼ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,

他在深知其理的众神当中作此训示,

ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο

旨在让心怀悲戚者亦退避不干涉战事,

μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.

免得为儿子或挚友徒然来到森严的奥林匹斯山内哀求。

καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,

当众神听闻雷霆巨响的克洛诺斯之子这番话语,

τλῆσαν ἐνὶ στέρνοισι καὶ οὐ βασιλῆος ἔναντα

便在胸中隐忍承受,

μῦθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον·

不敢当面反驳君王一词,因他们对他怀着无比的畏惧。

180

ἀχνύμενοι δʼ ἵκανον· ὅπῃ δόμος ἦεν ἑκάστου

众神满怀忧戚各归其居所与床榻;

καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν

而即便身为不朽的神祇,

ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.

轻柔甘美的睡梦亦笼罩在他们的眼睑之上。

ἦμος δʼ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκραςλαμπρὸς ἀνʼ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τʼ ἐπὶ ἔργον

当璀璨的启明星越过崔嵬险峰升上辽阔苍穹,

185

ἡδὺ μάλα κνώσσοντας ἀμαλλοδετῆρας ἐγείρει·

唤醒正香甜酣睡的扎麦农夫前去从事劳作之际,

τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης

最后的睡眠放开了光明女神黎明之子的尚武之躯;

ὕστατος ὕπνος ἀνῆκεν· ὁδʼ ἐν φρεσὶ κάρτος ἀέξων

他心中力量倍增,

ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.

早已急不可待欲与敌交锋。

Ἠὼς δʼ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.3

然而黎明女神却怀着满腔不情愿升入了广阔的天空。

190

καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,τοῖσι δʼ ἅμʼ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο

彼时特洛伊人将凶险的铠甲披覆于身,

ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων

随同他们一起的埃塞俄比亚军以及集结于强力普里阿摩斯座下的所有同盟部族,

πανσυδίῃ· μάλα δʼ ὦκα πρὸ τείχεος ἐσσεύοντο

尽皆倾巢而出;

κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων

他们迅捷异常地冲出城墙之外,

195

χείματος ὀρνυμένοιο κατʼ ἠέρα πουλὺν ἀγείρει.

宛若克洛诺斯之子在暴风雨初起时于苍穹聚拢的重重乌云。

αἶψα δʼ ἄρʼ ἐπλήσθη πεδίον πᾶν· οἱ δʼ ἐκέχυντο

转瞬间整座平原布满了人马;

ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονταιὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο

他们犹如食谷的蝗群般铺天盖地而来——那些蝗虫似云雾或倾盆暴雨行经辽阔的大地,

ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·

贪食无厌地给凡人带来凶险饥荒:

200

ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δʼ ἀγυιαὶ

他们这般繁多且孔武有力地行进着,随着冲锋的人流,

στείνοντʼ ἐσσυμένων, ὑπὸ δʼ ἔγρετο ποσσὶ κονίη.

街道显得逼仄,足下腾起滚滚尘土。

Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο

远处的阿耳戈斯人眼见敌军汹涌杀来,

ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο

无不大为震惊;他们倚仗珀琉斯之子的神威,

κάρτεϊ Πηλείδαο πεποιθότες· ὃς δʼ ἐνὶ μέσσοις

立时披上青铜战铠。

205

ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς

阿喀琉斯宛若强横的提坦神族般行进于军阵中央,

κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δʼ ἄρα τεύχη

因战马与兵车而神采飞扬;

πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.

他的甲胄如闪电般在周身熠熠生辉。

οἷος δʼ ἐκ περάτων γαιηόχου ὠκεανοῖο

恰如给凡人带来光明的太阳从环绕大地的汪洋尽头升入苍穹,

ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω

普照四方,

210

παμφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·

丰沃的大地与高天皆为之含笑生辉;

τοῖος ἐν Ἀργείοισι τότʼ ἔσσυτο Πηλέος υἱός.

珀琉斯之子彼时在阿耳戈斯人群中奔驰亦复如是。

ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων

而在特洛伊阵中,尚武的门农同样行进在列,

Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ

酷似狂怒的阿瑞斯;

προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.

周围部众倾心追随,簇拥在君王身侧飞驰。

215

αἶψα δʼ ἄρʼ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγεςΤρώων καὶ Δαναῶν, μετὰ δʼ ἔπρεπον Αἰθιοπῆες·

眨眼之间,特洛伊人与达那奥斯人双方绵长的战阵交织激战,

σὺν δʼ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου

埃塞俄比亚人于其中卓然挺立;

πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·

双方如冬日里四方疾风掀起的滔天海浪般轰鸣激撞,

ἀλλήλους δʼ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι

以精磨的岑木长矛彼此戮杀。

语法注3 条
  1. 2.162ὑστατίην

    修饰名词 εὐνήν 的形容词。虽然理论上亦可理解为夜间“迟晚的(安歇)”,但结合语境,此处实为具有悲剧性预兆意义的修饰语,暗示门农次日即将战死沙场,指其生前“最后的(床榻)”。

  2. 2.170τῶν καὶ πέρι κηδόμενός τις / μιμνέτω ὑμείων

    句法骨干为命令式动词 μιμνέτω 搭配主语 ὑμείων τις(“你们当中的任何人”,其中 ὑμείων 为部分属格)。τῶν 为前置词 πέρι 所支配并作分词 κηδόμενος 之对象的宾格性属格,指代前文阵亡的人马。

  3. 2.189οὐκ ἐθέλουσα

    与主语 Ἠώς(黎明女神)一致的附带状况/表态度的述谓分词。它生动体现了女神的心境:尽管必须例行升上天空,但因预知爱子门农今日难逃覆灭的厄运而满怀不甘与悲戚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.146-2.219