← 斯密那的昆图斯

荷马史诗续集

§14.78-14.151

克珊托斯的哀恸与阿开奥斯人的盛宴

当河神克珊托斯等人为特洛伊的毁灭深切哀悼时,获胜的阿开奥斯人献祭谢神并大摆筵席,盛赞历经酷刑的西农,聆听吟游诗人咏唱远征中的英雄伟业,随后纷纷歇宿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
78

μαψιδίη καρποῖο κατʼ οὔδεος ὀλλυμένοιο

正如庄稼徒然且凄惨地在地面上毁弃,

λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι·

给不幸的庄稼汉带来巨大的悲痛,

80

ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος

伊利昂荒废之时,同样的痛苦亦笼罩了克珊托斯的心胸;

Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς

尽管他是不朽之躯,

ἀθάνατόν περ ἐόντα· μακρὴ δʼ ἀμφέστενεν Ἴδη

无尽的哀伤却始终攫住他。高耸的伊达山与西摩伊斯河皆报以深沉的呻吟,

καὶ Σιμόεις· μύροντο δʼ ἀπόπροθι πάντες ἔναυλοι

远处伊达山的所有溪涧皆在悲泣,

Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.

为普里阿摩斯的城池放声哀号。

85

Ἀργεῖοι δʼ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες

与此同时,阿耳戈斯人放声欢呼着走向战船,

μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,

歌唱着辉煌胜利的勇悍力量;

ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν

有时他们歌唱福乐诸神的神圣家族,

θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.

有时又赞颂自己无畏的气魄与埃佩奥斯的不朽之作。

μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν

歌声穿透云天直冲云霄,

90

κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται

恰似寒冬肆虐之后晴朗之日来临、

χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήνεμος αἰθήρ·

高空风平浪静时寒鸦那无休无止的鸣叫。

ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένων κῆρ1

当他们在战船旁内心极度欢腾之时,

ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·

天上那些由衷庇护好战的阿耳戈斯人的不朽神明亦随之欢喜;

95

ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,

而那些庇护特洛伊人的神祇目睹普里阿摩斯的城堡陷入烈火,

δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·

则心中恼怒。

ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν

然而,纵然他们极欲护卫,却无法违抗定数;

ἔσθενον·2 οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων

因为纵使是那力量凌驾于所有神灵之上、

ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων

万物皆由他而出的克洛诺斯之子本人,

100

ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.

亦无法轻易将定数排拒于命运之外。

Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες

随后,阿耳戈斯人把许多公牛的腿肉置于劈开的木柴上焚烧,

καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς

他们簇拥在祭坛四周,

λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς

在燃烧的祭肉上浇奠甘甜的美酒,

ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.

以此向神明致谢,因为他们成就了一番伟业。

105

πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον

在称心惬意的筵席上,

πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·

他们极力赞扬木马中披坚执锐所容纳的所有勇士;

θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη

他们赞叹威名远播的西农,

λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες

因他忍受了仇敌深沉惨痛的残害与凌辱。

μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·

众人都以歌声和数不尽的殊荣敬奉他;

110

ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ

而他自己在忍耐的心胸中,

νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·

亦为阿耳戈斯人的胜利感到欣喜,并未为自身的残损而悲伤;

ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον

因为对于聪慧明理之人而言,

κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων

荣耀远胜过黄金、

ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.

容颜以及人间现有或将有的一切美好之物。

115

οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες

于是,他们在战船旁怀着无畏的心情进餐,

δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·

彼此不住地交谈道:

ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ

“我们终于完成了漫长战事的终局;我们在消灭仇敌的同时攻陷了这座伟大的城池,

κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·

赢得了广阔的荣耀。

ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.

然而宙斯啊,求您也向切盼还乡的我们点头允诺归途吧!”

120

ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.

他们如是说;然而天父并未允诺所有人的归途。

τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος3οὐ γὰρ ἔτʼ αὐτοῖς

在他们中间,

δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα

一位技艺精熟的人……因为他们已不再对刺耳的战事心怀恐惧,

εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.

而是转向了规矩平安与令人愉悦的欢乐之事。

125

ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,

他首先应众人的渴望而歌唱,

λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,

唱到全军如何汇聚于奥利斯的神圣土地,

ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο

唱到不知疲倦的珀琉斯之子的伟大神勇如何渡海攻破十二座城邑,

δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,

又在无垠的陆地上攻取了十一座城,

ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τʼ ἔρεξεΤήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,

以及他围绕忒勒福斯王与勇猛的厄厄提翁所建树的种种业绩;

ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδʼ ὅσʼ Ἀχαιοὶ

唱到他如何击杀了强暴的库克诺斯,

μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,

阿开奥斯人在阿喀琉斯怀怒罢战期间交战承受了多少苦难,

Ἕκτορα δʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,

他又如何将赫克托尔拖拽在他祖国的城墙四周;

ὥς τʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τʼ ἐδάμασσεν

唱到他如何在激战中斩杀彭忒西勒亚,

135

υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας

如何制伏提托诺斯的儿子,

Γλαῦκον ἐϋμμελίην, ἠδʼ ὡς ἐρικυδέα φῶτα

英勇的大埃阿斯如何斩杀了精于投矛的格劳科斯,

Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,

迅捷的埃阿喀得斯之子如何斩杀了名将欧律皮洛斯,

ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,

菲罗克忒忒斯的箭矢如何降伏了帕里斯;

ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππουἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο

唱到有多少勇士潜入了诡诈的木马内部,

πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.

攻陷了源出神明的普里阿摩斯之城的人们如何远离恶毒的战乱纵情欢宴。

ἄλλα δʼ ἄρʼ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.

其他人亦各自放声歌唱,唱着自己心中所想的事迹。

ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,

然而,当子夜在宴饮者头上流转时,

δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο

众人终于停止了晚宴与未兑水的烈酒,

145

παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο·

安然进入忘忧的沉睡;

χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·

因为昨日的劳顿之威已压倒了所有人。

τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν

因此,尽管他们渴望彻夜宴饮,却也不得不停止,

παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν·

因为沉睡违背他们的意愿将他们牢牢止住。

ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὁ δʼ ἐν κλισίῃσιν ἑῇσιν

众人各自在各处歇宿,

150

Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός·

但阿特柔斯之子却在自己的帐篷中与秀发飘拂的妻子轻声细语;

οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν,

因为此时此刻,睡意尚未降临在他们的眼帘之上。

语法注3 条
  1. 14.92ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένων κῆρ

    属格分词 γηθομένων 与 τῶν 构成前述比喻(群鸦鸣叫)的呼应部分,并在主句 ἀθάνατοι τέρποντο... 之前充当表时间与伴随情况的属格独立结构(意为“当他们在心中极大欢腾之际”)。κῆρ 为表示“在内心”的关系对格。

  2. 14.97ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν ἔσθενον

    介词短语 ὑπὲρ Αἶσαν(“违背定数/超越宿命”)修饰不定式 ἀμύνειν 或表能力的主动词 ἔσθενον(“他们无力违抗定数”)。伴随助词 περ 的分词 ἐελδόμενοι 表让步(“尽管他们极欲防守”)。

  3. 14.121τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος

    在手抄本传统中,此行后通常被判定存在文意脱落(lacuna),原句应含有某位擅长琴歌者出场之意。后文的 ὃς δʼ ἤτοι πρῶτον μὲν...(“他首先歌唱……”)正承接此处的 ἐπιστάμενος(“技艺精熟之人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.78-14.151