← 斯密那的昆图斯

荷马史诗续集

§14.152-14.220

夫妇重修旧好与阿喀琉斯幽灵之要求

在阿佛洛狄忒的促成下,墨涅拉俄斯与海伦重修旧好并同榻而眠;入睡后,阿喀琉斯的亡魂向其子涅俄普托勒摩斯显现,向他谆谆传授美德与中庸之道,并要求将波吕克塞娜作为祭品献于其坟前。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
152

ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ

然而塞浦路斯女神在他们的心胸中劳作,

λέκτρου ἐπιμνήσωνται, ἄχος δʼ ἀπὸ νόσφι βάλωνται.

使他们忆及昔日的温床,将忧戚抛置一旁。

πρώτη δʼ αὖθʼ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·

海伦率先对他吐露了这样的话语:

155

μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·

“墨涅拉俄斯啊,切莫在心底对我怀着愤怒!

οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,

因为我绝非自愿离弃你的居所与床榻,

ἀλλά μʼ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες

而是亚历山大的强力与特洛伊的众子趁你远离在外之际,

σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,

前来将我强行夺走。

καί μʼ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαιἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι

当我极切渴望以痛苦的绳索或是致哀的利剑凄惨地自尽时,

εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι

他们却在宫殿内用言辞安慰,

σεῦ ἕνεκʼ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·

将为念及你与幼女而哀痛的我拦阻下来。

τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ

看在那孩子的份上,看在充满欢欣的婚姻以及你自身的份上,

λίσσομαι,1 ἀμφʼ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.

我恳求你,忘却关于我那令人憎恶的怨恨吧。”

165

ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·

听罢此言,深谋远虑的墨涅拉俄斯对她说道:

μηκέτι νῦν μέμνησʼ, ἀλλʼ ἰσχέμεν ἄλγεα θυμῷ·2

“如今切莫再提这些,且在心头抑制住痛楚吧。

ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι

但愿幽暗的遗忘之居所将这一切尽数禁锢于内;

λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτʼ ἔργων.

因为久久铭记恶事原是不相宜的。”

ὣς φάτο· τὴν δʼ ἕλε χάρμα, δέος δʼ ἐξέσσυτο θυμοῦ·

他这般说着;欢欣攫住了她,恐惧自她心头飞逝,

170

ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο

因她料定自己的丈夫已平息了令人痛苦的怒意。

ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμʼ ἄμφω

她伸开双臂拥抱住他;

δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.

当两人吐露着甜蜜的呜咽时,泪水自双眸垂落。

ἀσπασίως δʼ ἀρα τώ γε παρʼ ἀλλήλοισι κλιθέντε

二人欣喜地依偎在彼此身旁,

σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο·

在心底重温着昔日的结合;

175

ὡς δʼ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνταιἀλλήλους περὶ πρέμνα, τὰ δʼ οὔποτε ἲς ἀνέμοιο

正如常春藤与栽培的葡萄藤互相缠绕在彼此的躯干上,

σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε

风之暴烈绝无力量将二者分离开来:

ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.

他们亦如此紧紧相拥,渴望着温存爱意。

ἀλλʼ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,

然而,当平静的酣睡亦降临在他们身上时,

180

δὴ τότʼ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο

宛如生前那般——既曾是特洛伊人的灾难,

ἔστη ὑπὲρ κεφαλῆς οὗ υἱέος, οἷος ἔην περ

又是阿开奥斯人的欢欣——神一般的阿喀琉斯坚毅的英灵,

ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δʼ Ἀχαιοῖς.

便伫立在自己儿子的头顶上方。

κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίρονταἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε·

他深情地吻着儿子的颈项与闪烁的双目,抚慰着对他说道:

185

χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸνεἵνεκʼ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν

“你好,孩子,切莫因我之死而在哀痛中撕裂你的心,

ἤδη ὁμέστιός εἰμι· σὺ δʼ ἴσχεο τειρόμενος κῆρ

因为我如今已与福乐诸神同享炉火。不要再为念及我而劳损心神,

ἀμφʼ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.

当将我的刚毅丰沛地置于你的胸膛。

αἰεὶ δʼ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων

你要永远作阿耳戈斯人的先锋,

190

ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι

在武勇上不屈服于任何人;但在集会中要听从长者之言,

πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.

如此众人便会赞誉你为明达之士。

τῖε δʼ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν·

要尊崇心志坚定不移的无瑕之士;

ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.

因为良善之人见悦于良善之人,于乖戾之人却成烦难。

ἢν δʼ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων·

倘若你思量善事,便会成就善举;

195

κεῖνος δʼ οὔποτʼ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθʼ ἵκανεν,

凡不具正直心智之人,

ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκʼ ἄρʼ αὐτῆς

决不能攀上‘美德’的顶点。因为‘美德’

πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπʼ αἴθρην

的躯干难以攀涉,其枝柯高高舒展直抵苍穹;

ὄζοι ἀνηέξηνθʼ· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ

然而凡拥有力量与勤苦之人,

καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται

攀上戴着美丽冠冕的‘美德’的盛名新枝后,

200

εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.

必从辛劳中收获极可喜悦的果实。

ἀλλʼ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι

来吧,成为光荣之人;在审慎的心思中,

μήτʼ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,

切莫在灾祸中以忧伤彻底撕裂心胸,

μήτʼ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω

亦莫在顺境中过分欢喜。对待亲密的同袍、

ἔς τε φίλους ἑτάρους ἔς θʼ υἱέας ἔς τε γυναῖκα

儿女与妻子,心意皆当和易,

205

μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν

心中要常常谨记:对于凡人而言,

οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν·

毁灭性命数的门户与死者的居所皆近在咫尺。

ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,

因为人类的世代宛如野草之花,

ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·

宛如春日的花朵:有的凋零枯萎,有的茁壮生长;

τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε

因此你要性情温和。你且去告知阿耳戈斯人,

210

Ἀτρείδῃ δὲ μάλιστʼ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ

尤须告诫阿特柔斯之子阿伽门农:

μέμνηνθʼ, ὅσσʼ ἐμόγησα περὶ Πριάμοιο πόληα,

倘若他们心中还多少记得我围绕普里阿摩斯的城邑所受的辛劳,

ἠδʼ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,

以及在踏上特洛伊土地之前掠得的丰厚战利品,

τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων3

就让他们遵从我的渴愿,

ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον

将普里阿摩斯的俘获中身披美袍的波吕克塞娜引至我的坟冢旁,

215

ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης

速速举行献祭。

μᾶλλον ἔτʼ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δʼ ἄρʼ οἶδμα

因为我如今对他们的愤怒,

κινήσω πόντοιο, βαλῶ δʼ ἐπὶ χείματι χεῖμα,

更甚于昔日因布里塞伊斯而发的盛怒;我将掀起汪洋的狂澜,

ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι

令风暴接踵而至,

μίμνωσʼ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκʼ ἔμοιγε

使他们在自身的狂妄愚行中耗损凋零,在此久久滞留,

220

λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·

直等到他们因极度渴盼归途而在我四周倾洒奠酒!”

语法注3 条
  1. 14.163τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ λίσσομαι

    这是求告与誓愿的传统句式,介词 πρός 统辖后面的属格 γάμου 与 σεῦ αὐτοῦ,并同样统辖承接前一行 τηλυγέτοιο θυγατρός 的指示代词属格 τῆς(“因她之故,因充满欢欣的婚姻之故,亦因你自身之故”)。动词 λίσσομαι 统辖人称宾格 σε 以及随后的不定式 λελαθέσθαι。

  2. 14.166μηκέτι νῦν μέμνησʼ, ἀλλʼ ἰσχέμεν ἄλγεα θυμῷ

    否定命令式 μέμνησο(省音为 μέμνησʼ)通过连词 ἀλλά 与史诗式现在时主动不定式 ἰσχέμεν 并列,在此不定式充当命令式(代命令式不定式),构成对比性诫命:“切莫再忆及,反当在心底压制痛楚”。

  3. 14.213τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων

    τῷ 在此充当推论副词(“因此/故而”),动词 ἀγόντων 为第三人称复数主动语态命令式。其逻辑主语为上下文中的阿耳戈斯全军(Ἀργεῖοι),与格分词 ἐελδομένῳ 与代词 μοι 一致(“因此让他们遵从我的渴愿,引至我的坟冢前”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.152-14.220