- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.1-14.77
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
黎明时分,阿耳戈斯人洗劫特洛伊并押走包括赫卡柏在内的被俘妇女。墨涅拉奥斯领出海伦,希腊将士为她的美貌所震撼而欣然瞻望,克珊托斯河则与仙女们一同哀悼城邑的毁灭。
καὶ τότʼ ἀπʼ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς
就在那时,黄金宝座的女神厄俄斯从大洋跃上天空,
οὐρανὸν εἰσανόρουσε· χάος δʼ ὑπεδέξατο νύκτα.
混沌迎受了黑夜。
οἱ δὲ βίῃ Τροίην εὐερκέα δῃώσαντοἈργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
阿耳戈斯人用武力洗劫了城垣坚固的特洛伊,
χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται
掠夺了不可胜数的财富,正如冬日里咆哮着从群山奔腾而下的急流,
ἐξ ὀρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετʼ ὄρεσφιν
当暴雨骤起之时,
αὐτοῖς σὺν πρώνεσσιν1 ἔσω φορέουσι θαλάσσης·
将无数高耸的林木以及山上生长的一切连同山嘴峰崖一同席卷入海。
ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
达那奥斯人便这般在烈火之下摧毁了特洛伊之城,
κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.
不断把所有的财物搬运到轻捷的战船上。
σὺν δʼ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,
他们又从各处把特洛伊的妇人们一同押送下来:
τὰς μὲν ἔτʼ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,
有的人尚未出阁,不知婚姻为何事;
τὰς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας,2
有的人则刚在青春韶华中屈服于年轻男子的恩爱;
ἄλλας δʼ αὖ πολιοπλοκάμους, ἑτέρας δʼ ἄρʼ ἐκείνων
另有一些妇人已是华发苍苍,
ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντʼ ἀπὸ μαζῶν
还有一些比她们年轻,她们的婴孩被硬生生从乳房边拽走,
ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.
小嘴还做着最后的挣扎渴求着乳汁。
τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς
正是在他们中间,墨涅拉奥斯本人也在成就大业之后,
ἦγεν ἑὴν παράκοιτιν ἀπʼ ἄστεος αἰθομένοιο
亲自将自己的妻子带离燃烧的城池;
ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.3
欢欣与羞惭同时充溢着他的心胸。
Κασσάνδρην δʼ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων·
善执岑木矛的阿伽门农领走了神圣的卡珊德拉;
Ἀνδρομάχην δʼ Ἀχιλῆος ἐῢς πάϊς· αὐτὰρ Ὀδυσεὺς
阿喀琉斯的英勇之子领走了安德洛玛刻;
εἷλκε βίῃ Ἑκάβην· τῆς δʼ ἁθρόα δάκρὐ ἀπʼ ὄσσων
奥德修斯则强行拖拽着赫卡柏。滚滚的泪水自她的双眼如泉水般喷涌而出;
πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα,
她的四肢战栗不已,
καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας
心脏因恐惧而惶乱失措,
κράατος ἐκ πολιοῖο· τέφρη δʼ ἐπεπέπτατο πολλή,
她从灰白的头颅上扯碎了自己的发丝。厚厚的灰烬散落在她身上,
τήν που ἀπʼ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν
那是当普里阿摩斯丧命、城池陷于烈焰时,
ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·
她从炉灶中用双手大捧抓起洒在自己身上的。
καί ῥα μέγα στονάχιζεν, ὅτʼ ἄμφεχε δούλιον ἦμαρ
当奴役的日子强加在她这般徒然不甘抗拒的人身上时,
μὰψ ἀεκαζομένην· ἕτερος δʼ ἑτέρην γοόωσαν
她发出了沉痛的哀号。
ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·
另一名战士又强行将另一位哀哭的特洛伊妇人押向自己的船只;
αἱ δʼ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι
她们放声痛哭,此起彼伏地发出尖利的悲叫,
νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς·
带着幼弱的孩子们极其悲惨地呜咽。
ὡς δʼ ὁπότʼ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα
正如当寒冬将至,
σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
男人们将白齿母猪及其幼崽从先前的圈栏赶向另一座圈栏,
ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δʼ ἀλεγεινὸνμίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν·
猪群在混杂中痛苦地不住彼此哼叫;
ὣς Τρῳαὶ Δαναοῖσιν ὑπʼ ἐστενάχοντο δαμεῖσαι·
特洛伊妇人也在被达那奥斯人征服后如此呻吟。
ἴσην δʼ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.
无论是王后还是侍女,都承担着同样的屈辱与压迫。
ἀλλʼ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν· ἀλλά οἱ αἰδὼς
然而海伦却未曾被哀恸所笼罩;
ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν
羞惭停歇在她深邃明亮的眼眸上,
καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ
从上方将她美丽的双颊染上一片红晕。
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
她的胸中翻滚着莫大的忐忑,
κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
唯恐阿开奥斯人在她走向深色战船时会肆意凌辱她;
τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
因此她心怀恐惧,内心情绪剧烈颤动。
καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
她用面纱遮蔽了头颅,
ἕσπετο νισσομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο
迈步追随离去的丈夫的脚印,面颊因羞涩而泛红,
αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
宛如塞浦路斯女神,
εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηοςἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
当天界的神明亲眼看见她与阿瑞斯拥抱而玷污自己的床榻,
δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
被灵巧的赫淮斯托斯布下的重重锁网困住——她痛苦地躺在其中,
ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
在簇拥汇聚的福乐诸神以及赫淮斯托斯本人面前满心羞惭;
Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
因为对于妇人而言,在丈夫眼前因丑事而被公然瞩目,
ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃσι.4
乃是极其可怕之事。
τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
海伦在身姿和纯洁的羞赧上与她酷似,
νῆας ἔπʼ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ
她自己也与被长矛俘获的特洛伊妇人一道走向阿耳戈斯人划桨齐整的战船。
θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
全军将士望着这毫无瑕疵的女子所绽放的光华与动人的美貌,
ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
无不深感震撼;
κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,
无一人敢在暗地里用恶语中伤她,更无人敢当面斥责,
οὔτʼ οὖν ἀμφαδίην, ἀλλʼ ὡς θεὸν εἰσορόωντο
反而满怀欣喜地将她视若女神般仰望;
ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
因为在所有热切渴望的人面前,她终于显现。
ὡς δʼ ὅτʼ ἀλωομένοισι διʼ ἀκαμάτοιο θαλάσσης
正如在不知疲倦的大海上漂泊的人们,
πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,
在久违之后望见了切望的祖国,
οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες
他们从波涛与死亡中逃脱,
πάτρῃ χεῖρʼ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·
满怀无尽的喜悦向故土伸出双手;
ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτʼ αὐτοῖς
达那奥斯人所有人也都如此欢欣雀跃,
μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
因为在他们心中已不再有痛苦的劳役与混战的记忆。
τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
塞忒瑞亚女神正是为了向眼波流转的海伦与天父宙斯献好,
ἦρα φέρουσʼ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.
才在众人的心中生出这般念头。
καὶ τότʼ ἄρʼ, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ
就在那时,当克珊托斯河目睹心爱的城池被毁裂,
Ξάνθος ἔθʼ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
他在仍从血腥的喧嚣中喘息回气之际,
μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
与宁芙仙女们一同悲泣,因为厄运已从某处降临特洛伊,
ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα·
击垮了普里阿摩斯的城邑。
ὡς δʼ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα
正如沉重的冰雹压上干燥的庄稼,
τυτθὰ διατμήξῃ, στάχυας δʼ ἀπὸ πάντας ἀμέρσῃ
将其细细切碎,在肆虐的狂风下剥去所有的穗头,
ῥιπῇ ὑπʼ ἀργαλέῃ, καλάμη δʼ ἄρα χεύατʼ ἔραζε
麦秆便纷纷倒伏在地上……
- 14.8αὐτοῖς σὺν πρώνεσσιν
带有 αὐτός 与格的相伴结构(即“连同……一起”的惯用表达),此处有介词 σύν 辅助,强调山洪之暴烈,将树木连同“山嘴/峰崖本身”一并卷入海中。
- 14.13τὰς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας
此句(τὰς δʼ)与前句 τὰς μέν 形成并列对立。句尾分词 δαμείσας 为被动不定过去分词的阴性宾格复数(等同于 δαμασθείσας),在句法上同属主动词 καταγίνεον 的宾格并列成分(τὰς μέν... ἄλλας...)。
- 14.19ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς
动词 ἔχεν 为单数,而其对应的主语则是并列的两个名词 χάρμα 与 αἰδώς。动词的数受较近的主语吸引,或将两种并列情感视为复合状态,属荷马史诗常见的诗歌语法现象。
- 14.53δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃσι
此句骨架为非人称形容词 δεινόν(省略 ἐστί)接被动不定词 εἰσοράασθαι 作主语,与格 θηλυτέρῃσι 为不定词动作的相关主体(与格主语/关涉与格),即“对于妇人们(θηλυτέρῃσι)而言,在丈夫眼前(ἐν ὀφθαλμοῖσιν ἀκοίτεω)因丑事(ἐπʼ αἴσχεϊ)被公然注视(εἰσοράασθαι),乃是可畏之事(δεινόν)”。
