- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.493-13.563
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在特洛伊陷落的战乱中,忒修斯的母亲埃特拉与孙子得摩丰及阿卡玛斯相遇并阐明身份,祖孙相认,二人承诺护送其重归故土。同时,普里阿摩斯之女劳狄刻为免受奴役祈求大地裂开将自身吞没,引发普勒阿得斯之一的厄勒克特拉隐匿身形以表哀思。
ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
特洛伊人就这样在城中各处遭到诛戮;
ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
天上的诸神无一人庇护他们,因为命运三女神已从四面八方拉起了漫长的罗网,
μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτʼ ἄλυξε.
那是凡人决不能逃脱的。
καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ ἈκάμαντιΘησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ
就在那时,伟大的忒修斯的母亲埃特拉正满怀渴望地穿过城池,
αἴθρη ἐελδομένη·1 μακάρων δέ τις ἡγεμόνευεν,
恰好与坚守战阵的阿卡玛斯及得摩丰相遇;有位福乐的神明做了她的向导,
ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δʼ ἀλάλυκτο
引她直面迎向他们。
φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δʼ ἐσιδόντες
她正从战火与烈焰中逃遁,惶然彷徨。
αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸςαὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
他们在赫淮斯托斯的火光中看见那妇人的形貌与威严的身量,
ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες
便认定她就是出身神明的普里阿摩斯那媲美天仙的妻子。他们心头热烈,
χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
立刻伸双手抓住她,
ἐς Δαναούς· ἡ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα·
急欲将她押送至达那奥斯人之中。但她发出凄厉的叹息,对他俩说道:
μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
“嗜战的阿耳戈斯人的荣耀子嗣啊,
δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε·
切莫像拉扯仇敌那般将我押往你们的舟楫。
οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν
因我自言并非特洛伊人的族裔,
αἷμα πέλει Δαναῶν μάλʼ ἐϋκλεές, οὕνεκα Πιτθεὺς
反而流淌着达那奥斯人高贵而声名显赫的血脉,
γείνατό μʼ ἐν Τροιζῆνι· γάμῳ δʼ ἑδνώσατο δῖος
因皮特修斯生我于特罗伊曾,神圣的埃勾斯备下聘礼将我迎娶,
Αἰγεύς· ἐκ δʼ ἄρʼ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.
自我也诞生了闻名遐迩的爱子忒修斯。
ἀλλά με, πρὸς μεγάλοιο Διός, τερπνῶν τε τοκήων,
然而,凭着伟大的宙斯与你们慈爱的双亲,
εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδʼ ἵκοντο
如果无可指摘的忒修斯的诸子当真同阿特柔斯的子嗣一起来到了此地,
υἷες ἅμʼ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου
求你们在军阵中将我指引给他那可爱的孩子们吧,
δείξατʼ2 ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω
他们正切望〔见到我〕,
ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,
想来他们的年岁当与你们相若。若能看见他们两人皆安然活着且位列英雄,
ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.
我的心便能舒缓叹息。”
ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,
她如此说道;他们听罢便想起了自己的生父,
ἀμφʼ Ἑλένης ὅσʼ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας
想起他为海伦所作的一切,
κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότʼ ἄρʼ αὐτοὺςὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι
以及雷霆万钧的宙斯诸子往昔如何攻破阿菲德奈,
νηπιάχους ἔτʼ ἐόντας· ἀνεμνήσαντο δʼ ἀγαυῆς
当时乳母们趁他们尚在襁褓便将他们藏于战火之外。他们也想起了高贵的埃特拉,
Αἴθρης, ὅσσʼ ἐμόγησε δορυκτήτῳ ὑπʼ ἀνάγκῃ,
想起她在兵燹掳掠的逼迫下饱尝的一切苦难,
ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα
她兼任了神圣海伦的婆母与侍女双重身份;
ἀντιθέης Ἑλένης· σὺν δʼ ἀμφασίῃ κεχάροντο.
他们在惊愕失语之中满心欢悦。
Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν·
勇武的得摩丰向着满怀渴望的她说道:
σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ
“神明此刻定将立刻成全你称心如意的愿望,
αὐτίκʼ, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷαςἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν
因为你眼前的正是你无可挑剔的儿子的儿子——也就是我们;
οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας
我们将用亲切的双手将你扶起送往船只,欣然将你带回希腊的神圣大地,
ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.
那里曾是你昔日君临之所。”
ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ
他说完这番话,伟大父亲的母亲便伸出双臂将他搂抱,
χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους
亲吻他宽阔的肩膀、
καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·
头颅、胸膛和长满须髯的下颌;
ὣς δʼ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ
同样地,她也亲吻了阿卡玛斯,
ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν·
甜美的泪水自他们泣不成声的双睑滚滚滑落。
ὡς δʼ ὁπότʼ αἰζηοῖο μετʼ ἀλλοδαποῖσιν ἐόντος
正如当众人讹传流落异乡的青年亡故之后,
λαοὶ φημίξωσι μόρον, τὸν δʼ ἔκποθεν υἷες
他的儿子们日后见他自远方重返家园,
ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
喜极而泣,
κλαίουσιν μάλα τερπνόν· ὁ δʼ ἔμπαλι παισὶ καὶ αὐτὸς
青年也在大厅中将双臂搭在孩子们肩头同声痛哭,
μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα
悲戚的声音在甜蜜哀泣的人们的房舍周遭回荡;
ἡδὺ κινυρομένων γοερὴ περιπέπτατʼ ἰωή·
同样,在哀泣的他们周遭,
ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει.3
甘美的悲泣如火燃起。
καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα
相传就在那时,
Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι
富有资财的普里阿摩斯的女儿劳狄刻向着苍穹伸出双手,
εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα
向不知疲倦的福乐诸神祈祷,
ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.
求大地在她双手触碰奴役的苦役之前将她吞没。
τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν
诸神中有人垂听了她的祈求,顷刻间自下方裂开了无垠的大地;
ῥῆξεν ἀπειρεσίην· ἡ δʼ ἐννεσίῃσι θεοῖο
在伊利翁覆灭之际,大地遵照神明的旨意,
κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,
将这位高贵的少女迎入中空的深渊之中。
Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν
相传深袍的厄勒克特拉也正因〔伊利翁〕,
Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
用幽暗与云雾遮掩了身躯,
ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλωνπληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
离开了其姐妹昴宿星团其他诸星的舞蹈;
ἀλλʼ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισινἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δʼ ἄρα μούνη
如今那些星辰成群升入天空,为辛劳的凡人所瞩目;
κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ
唯有她一人因其贤子达尔达诺斯的神圣城池沦陷崩塌而永陷隐匿,
Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς
不为人见。
Ζεὺς ὕπατος χραίσμησεν ἀπʼ αἰθέρος, οὕνεκα Μοίραις
就连至高的宙斯本人也未能自高天救助这城池,
εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που
因为连伟大宙斯的威能也要屈服于命运三女神。然而,
ἀθανάτων τάχʼ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί·
这或许是不死神明的良善意志所为,亦或出于命运本身的安排。
Ἀργεῖοι δʼ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
阿耳戈斯人仍在全城四处向特洛伊人倾泻怒火,
πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δʼ ἔχε πείρατα χάρμης.
争斗把持着战阵的边陲。
- 13.498αἴθρη ἐελδομένη
底本首字母小写的 αἴθρη 实为专有名词 Αἴθρη(埃特拉)的单数主格,与前文 μήτηρ 同位(普通名词 αἴθρη 的宾格形式为 αἴθρην,故不可能作宾格解)。现在分词 ἐελδομένη(渴望)此处作绝对用法,不带宾语(参见 13.526 的 ἐελδομένην)。
- 13.508ἀλλά με, πρὸς μεγάλοιο Διός, τερπνῶν τε τοκήων, ... δείξατʼ
此处为倒装离隔结构(hyperbaton),恳求介词短语 πρὸς μεγάλοιο Διός, τερπνῶν τε τοκήων(凭着伟大的宙斯与可亲的双亲)插入其中,使代词宾格 με 与其统辖的命令式动词 δείξατʼ(引见、引向)相隔甚远。在穿插了条件从句(εἰ ἐτεόν... Ἀτρείδῃσι)之后,核心句式通过与格 φίλοις παίδεσσιν(给他心爱的子嗣)得以完整收束,其后再接关系从句(οὕς περ ὀΐω...)。
- 13.543ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει.
分词 τῶν μυρομένων(“哭泣的他们的”,μύρομαι 的现在分词复数属格)呼应 13.536 的 μυρομένοισιν 与 13.541 的 μύρεται。此处与完成体动词 ἀμφιδεδήει(源自 ἀμφιδαίω,意为‘在周遭燃烧’)呼应,比拟承接上文父子团聚的明喻,生动刻画祖孙重逢时如烈焰般炽热翻腾的甘美痛哭。
