- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.70-13.143
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊主力军涌入特洛伊城与木马伏兵合流,对城中军民展开残酷的全面屠杀。仓促应战的特洛伊男子惨遭肢解屠戮,惊慌失措的妇女们衣不蔽体地奔逃哀号,或为保护家眷绝望抗击,全城陷入血海地狱。
ὣς οἵ γʼ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο
他们这般默不作声地奔向特洛伊人的城邦,
πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.
人人渴望援助首领们。
οἱ δʼ, ὡς σμερδνὰ λύκοι λιμῷ περιπαιφάσσοντες
然而〔马腹中的〕人们,
σταθμῷ ἐπιβρίσωσι κατʼ οὔρεα μακρὰ καὶ ὕλην
犹如凶猛的群狼因饥饿四处逡巡,趁着劳顿的牧人沉睡之际,
εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δʼ ἐπʼ ἄλλοις
在崇山与森林间扑向羊圈,
δάμνανθʼ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ
在暮色中将圈中的羊群一只接一只地残杀;
αἵματι καὶ νεκύεσσιν,1 ὀρώρει δʼ αἰνὸς ὄλεθρος,
城中四处横陈着鲜血与尸骸,恐怖的毁灭已然升起,
καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων·
尽管更多的达奈人此时仍身处城外。
ἀλλʼ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,
但当全军确实逼近特洛伊城墙之时,
δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
他们杀气腾腾、冷酷无情地涌入普里阿摩斯的城池,
ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.
喷吐着阿瑞斯的狂暴斗志。
πᾶν δʼ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο
他们发现整座城池已充斥着战火与尸体,
καὶ νεκύων· πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα
处处尽是惨烈焚烧的悲凄殿宇;
καιόμενʼ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.
他们心中大为欢喜。
ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
他们也怀着对特洛伊人的恶意冲杀进去;
μαίνετο δʼ ἐν μέσσοισιν Ἄρης στονόεσσα τʼ Ἐνυώ·
阿瑞斯与带来哀恸的厄倪俄在众人之间癫狂肆虐。
πάντῃ δʼ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
黑色的鲜血四处泛滥,浸透了大地,
Τρώων τʼ ὀλλυμένων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων.
那是垂死的特洛伊人与异邦援兵的血水。
τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
其中有人已被酷烈的死亡征服,
κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δʼ ἐφύπερθε
横尸城中的血泊;另一些人倒在他们身上,
πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δʼ ἄρα χερσὶ
咽下最后一口生气;还有人用双手死死捂住流出的肠子,
δράγδην ἔγκατʼ ἔχοντες ὀϊζυρῶς ἀλάληντο
在房屋四周凄惨地徘徊;
ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
另有一些被砍断双脚的人,
ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·
一边在尸堆间匍匐爬行,一边发出无尽的哀号。
πολλῶν δʼ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
许多急欲在尘土中厮杀的战士,
χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς·
双手与头颅一同被斩落在地;
φευγόντων δʼ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
而在逃窜的另一些人身上,白蜡木长枪穿透后背直刺入胸膛,
ἄντικρυς ἐς μαζούς, τῶν δʼ ἰξύας ἄχρις ἱκέσθαι2
或深深刺入腰侧,
αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα
从阴部上方完全贯通,
Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
那正是不知疲倦的阿瑞斯的枪尖带来最剧烈痛苦之处。
πάντῃ δʼ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
全城四处响起了恶犬凄厉的狂吠;
ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶνἔπλετο λευγαλέη· περὶ δʼ ἴαχε πάντα μέλαθρα
被屠戮的青壮之士发出了悲惨的呻吟;
ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
所有殿宇都回荡着惊天动地的呼喊。妇人们发出悲痛的哀泣,
εἰδομένων γεράνοισιν, ὅτʼ αἰετὸν ἀθρήσωσινὑψόθεν ἀΐσσοντα διʼ αἰθέρος, οὐδʼ ἄρα τῇσι
宛如鹤群望见雄鹰从九天高空穿过苍穹俯冲而下,
θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον
胸中毫无迎战的勇气,
μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·
只是在对这只神鸟的极度恐惧中发出长长的哀鸣。
ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,
特洛伊的妇人们也是这般各处厉声哭号,
αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δʼ ἐπὶ γαῖαν
有的自床榻上惊起,
θρῴσκουσαι· τῇς δʼ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,3
有的跃到地上。这群不幸的女人再也顾不上束带,
ἀλλʼ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
仅裹着贴身的单衣四处乱奔;
μοῦνον ἐφεσσάμεναι· ταὶ δʼ οὐ φθάσαν οὔτε καλύπτρηνοὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλʼ ἐπιόντας
还有人来不及抓起面纱或遮蔽肢体的宽大长袍,
δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
只是因畏惧扑来的敌人而在绝望中惊呆瘫软,
παλλόμεναι κραδίην, μοῦνον δʼ ἄρα χερσὶ θοῇσιν
心房剧烈跳动,
αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δʼ ἀλεγεινῶς
可怜的她们仅能用双手仓促遮挡私处。
ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
有的妇人极度痛苦地扯下头上的青丝,
θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν
双手捶胸,长号不已;
δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δʼ ἐλάθοντο
另一些妇人则敢于直面敌人的骚乱,将恐惧抛诸脑后,
δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαιἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
拼死渴望援救濒死的丈夫或子女,
ὤπασεν. οἰμωγὴ δʼ ἀταλάφρονας ἔκβαλεν ὕπνου
因为绝境赋予了她们巨大的勇气。哭号之声将睡梦中的懵懂幼童惊醒,
νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός·
他们幼小的心灵尚未识得愁苦为何物;
ἄλλοι δʼ ἀμφʼ ἄλλοισιν ἀπέπνεον· οἱ δʼ ἐπέχυντο
人们一个接一个地断气重叠,
πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ
还有人在睡梦中猝然迎来了同样的厄运;
κῆρες ὀϊζυρῶς ἐπεγήθεον ὀλλυμένοισιν.
阴郁的死神之灵为死者感到残忍的欣喜。
οἱ δʼ ὡς ἀφνειοῖο σύες κατὰ δώματʼ ἄνακτοςεἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
宛如一位富有的领主为民众操办无尽盛宴时在大厅中宰杀无数肥猪,
μυρίοι ἐκτείνοντο· λυγρῷ δʼ ἀνεμίσγετο λύθρῳ
他们也被不可胜数地屠戮殆尽;
οἶνος ἔτʼ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν,
狰狞的血污与调酒缸中残存的烈酒混杂在一处。
ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
即便极度怯懦之人,也没有谁手中的铁刃不沾染杀戮的鲜血;
οὐδʼ εἴ τις μάλʼ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες.
特洛伊人走向灭亡。
ὡς δʼ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
又宛如在烈日当空、酷热难耐的正午,
καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
牧人不在场,
ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
趁着他在他处歇息饮乳之际,
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
羊群在林荫处密密匝匝地挤作一团,豺狼或恶狼撕裂羊群,
μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
填满贪婪的深腹,
νηδύα πλησάμενοι πολυχανδέα πάντʼ ἐπιόντες
扑向所有羊只吞饮黑血,留在原地将整个羊群斩尽杀绝,
αἷμα μέλαν πίνουσιν, ἅπαν δʼ ὀλέκουσι μένοντες
给可怜的牧人留下一场恶毒的惨宴;
πῶϋ, κακὴν δʼ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·
达奈人也是如此在普里阿摩斯的城中,
ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπʼ ἄλλῳ
于最后的恶战里疾驰冲杀,
κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·
接二连三地诛戮敌人;
οὐδʼ ἄρʼ ἔην Τρώων τις ἀνούτατος, ἀλλʼ ἅμα πάντων
特洛伊人中没有一人未受创伤,所有人全都……
- 13.75ἀμφὶ δὲ πάντῃ / αἵματι καὶ νεκύεσσιν
此处省略了表示存在或充塞的谓语动词(如 ἔπλετο、πεφύρκετο 或 ἐπλήθυεν)。与紧接着的 ὀρώρει δʼ αἰνὸς ὄλεθρος 相对照,生动描绘了屠杀的惨状。
- 13.97ἄχρις ἱκέσθαι
不定词 ἱκέσθαι 承接前一行的限定动词 πέρησαν,表示结果(或作为历史/叙事不定词代指限定动词),说明枪尖穿透背部,一直“达到”(ἄχρις)阴部上方的腰侧。
- 13.110τῇς δʼ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς
此处为非人称动词 μέλω 的史诗过去完成时形式 μέμβλετο 所构成的非人称句。关心的主体由与格(τῇς... λυγρῇς)表示,关心的对象由属格(μίτρης)表示,意为“可怜的妇人们再也不顾及腰带”。
