← 斯密那的昆图斯

荷马史诗续集

§13.1-13.69

西农举火为号与希腊将领出木马

特洛伊人在虚假的胜利中痛饮沉醉,西农举起信号火把,奥德修斯等希腊将领悄然走出木马,特内多斯岛的主力船队亦登陆进逼特洛伊城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

οἱ δʼ ἄρʼ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δʼ ἄρα τοῖσιν

全城的人都在举行宴席;在他们中间,

αὐλοὶ ὁμῶς σύριγξι μέγʼ ἤπυον· ἀμφὶ δὲ πάντῃ

长笛与排箫齐声高鸣。

μολπὴ ἐπʼ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ

处处都有伴着舞蹈的歌声,以及饮宴者纷乱的喧嚣,

δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.

正如在酒食之畔所常见的那样。

5

ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον

有人双手捧起斟满的酒杯,

πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον

毫无顾忌地痛饮;他胸中的神智渐渐沉重,

ἀμφὶ δʼ ἄρʼ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δʼ ἐπʼ ἄλλῳ

双眼旋转不定;口中一句话接一句话地吐出,

ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·1

言语断断续续、含混不清。

καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς

大厅里的财宝以及整栋房屋,

10

φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δʼ ἐώλπει

在他看来仿佛都在摇晃;

ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δʼ ἄρʼ ἀχλὺς

他甚至以为全城的一切都在打转。浓雾遮蔽了他的双眼;

ἄμφεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ

因为烈酒一旦被大口咽入胸膛,

καὶ νόος αἰζηῶν, ὁπότʼ ἐς φρένα χανδὸν ἵκηται·

青壮之士的视力与心智便会衰退。

καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·

他摇晃着沉重的脑袋,吐出了这样的话语:

15

ἦ ῥʼ ἅλιον Δαναοὶ πουλὺν στρατὸν ἐνθάδʼ ἄγειραν,

“达奈人聚集起大军来到这里,当真是一场空!

σχέτλιοι, οὐδʼ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,

这群可怜虫,未曾实现心中所谋划的任何事,

ἀλλʼ αὕτως ἀπόρουσαν ἀπʼ ἄστεος ἡμετέροιο

反倒像婴孩或妇人一般,

νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.ὣς ἄρʼ ἔφη Τρώων τις ἐεργόμενος φρένας οἴνῳ,2

徒然逃离了我们的城邦。”

20

νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπὶ προθύροισιν ὄλεθρον.

一个被酒意蒙蔽了心智的特洛伊人如是说道——这个愚蠢的人啊!他丝毫没有察觉破灭已近在门前。

εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλονοἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,

因为,当睡眠将城中各处饱餐了无数美酒与食物的人们一一制伏之时,

δὴ τότʼ ἄρʼ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε

就在那时,西农举起了冒烟的火把,

δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ

向阿尔戈斯人展示烈火的光芒。

25

ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται

他的胸中极其惊慌翻腾,生怕被强壮的特洛伊人发觉,

Τρῶες ἐϋσθενέες, τάχα δʼ ἀμφαδὰ πάντα γένηται·

使一切猝然暴露。

ἀλλʼ οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον

然而那些特洛伊人由于烈酒的重压,

πολλῷ ὑπʼ ἀκρήτῳ βεβαρηότες· οἱ δʼ ἐσιδόντες

正躺在卧榻上享受最后的沉睡;而从特内多斯岛望见火光的那些人,

ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.

则整备船只准备启航。

30

αὐτὸς δʼ ἄγχʼ ἵπποιο Σίνων κίεν· ἦκα δʼ ἄϋσεν,

西农自己走近木马,低声呼唤,

ἦκα μάλʼ, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,

极其轻柔,唯恐被特洛伊人听见,

ἀλλʼ οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν

而只让达奈人的首领们听闻——他们渴望投身战斗,

ὕπνος ἄδην πεπότητο3 λιλαιομένων πονέεσθαι.

睡眠早已飞离了他们。

οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δʼ Ὀδυσῆα

在马腹中的人听见了这声音,

35

πάντες ἐπʼ οὔατʼ ἔνευσαν· ὁ δέ σφεας ὀτρύνεσκεν

全都侧耳倾听奥德修斯;他低声且沉稳地催促众人走出。

ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἱ δʼ ἐπίθοντο

众人听从了他投身战阵的催促,

ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε

渴望着从木马中走出下到地面;

ὥρμαινον προνέεσθαι· ὁ δʼ ἰδρείῃσιν ἔρυκεπάντας ἅμʼ ἐσσυμένους· αὐτὸς δʼ ἄρα χερσὶ θοῇσιν

但他以深谋远虑遏止了众人一齐涌出的冲动。他自己以灵巧的双手,

40

ἵππου δουρατέοιο μάλʼ ἀτρέμας ἔνθα καὶ ἔνθα

极其悄然地在善使长枪的厄珀奥斯〔协助〕下,

πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπʼ Ἐπειῷ.

将木马的两侧向两边完全打开。

βαιὸν δʼ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ

他从木板上微微探出身子,

Τρῶας παπταίνεσκεν, ἐγρηγορότʼ εἴπου ἴδοιτο·

四下张望特洛伊人,看是否有醒着的人。

ὡς δʼ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ

正如一只狼,

45

ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλʼ ἐδωδῆς

胸中饱受严酷饥饿的折磨,

ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δʼ ἄρα φῶτας

渴望食物而自山中奔向广阔的羊圈,

καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,

避开了急欲看护羊群的人与猎犬,

βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·

轻巧地跃过羊圈的围栏;

ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν· ἀμφὶ δʼ ἄρʼ αὐτῷὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆεςνισσόμενοι κλίμαξι κατὰ στίχας, ἅσπερ Ἐπειὸςτεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα

奥德修斯便是如此走下了木马。在他周围,

ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.

全希腊其余勇猛的诸王依序顺着梯子相随而下——那是厄珀奥斯为英勇强健的将领们进出木马所建造的通路。

οἵ ῥα τότʼ ἀμφʼ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,

于是他们沿着梯子接连走下,

55

θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ

宛如凶猛的黄蜂,当樵夫惊扰了它们,

δρυτόμος, οἱ δʼ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ

它们听到声响,

ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο

便满怀愤怒齐齐自树枝中涌出;

ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δʼ ἄρα τοῖσι

他们也是这般渴望着从木马中涌向特洛伊坚固的城池。

60

πάλλετʼ ἐνὶ στέρνοισι κέαρτάχα δʼ οἱ μὲν ἔναιρον

他们的心脏在胸膛中剧烈跳动。

δυσμενέας

有人随即开始斩杀仇敌。

τοὶ δʼ ἔτʼ ἔρεσσον ἔσω ἁλός· αἱ δʼ ἐφέροντο

另一些人仍在海水中划桨;

νῆες ὑπὲρ μέγα χεῦμα·4 Θέτις δʼ ἴθυνε κέλευθα

战船穿过巨大的洪流疾驰;忒提斯送来顺风引导航向;

οὖρον ἐπιπροϊεῖσα· νόος δʼ ἄρʼ ἰαίνετʼ Ἀχαιῶν·

阿开奥斯人的精神为之振奋。

καρπαλίμως δʼ ἐλθόντες ἐπʼ ᾐόνας Ἑλλησπόντου,

他们迅速抵达赫勒斯滂的海滩,

65

ἔνθʼ αὖθις στήσαντο νέας, σὺν δʼ ἄρμενα πάντα

在那里再次停泊战船,

εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.

熟练地收拢了战船常备的全部用具。

αὐτοὶ δʼ αἶψʼ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντοἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα

他们立刻登岸,毫无声息地奔向伊利昂,

ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·

犹如秋夜里自茂密的牧场奔向围栏的羊群。

语法注4 条
  1. 13.8κεκολουμένα βάζων

    κεκολουμένα 是动词 κολούω(截短、切断)的完成时被动分词中性复数宾格,在此作 βάζων(说话)的内宾语或副词性宾格,意为“说着断断续续、含混不清的残缺话语”。

  2. 13.19ἐεργόμενος φρένας οἴνῳ

    φρένας 是关系/指定宾格(希腊式宾格),修饰被动分词 ἐεργόμενος(被封闭、被约束),整句意为“心智/理性被葡萄酒所蒙蔽与禁锢”。

  3. 13.32ὧν ἀπὸ νόσφιν ὕπνος ἄδην πεπότητο

    介词短语 ἀπὸ νόσφιν(远离……)支配属格关系代词 ὧν(先行词为将领们 ἡγήτορες)。πεπότητο 为 πέτομαι 的过去完成时,表示“睡眠已远远飞离了他们”的状态。

  4. 13.62χεῦμα

    χεῦμα 为由 χέω(倾注)派生的 -μα 型中性名词,与 μέγα 一起作介词 ὑπέρ(接宾格)的宾语,意为“穿越巨大的海潮”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.1-13.69