← 斯密那的昆图斯

荷马史诗续集

§13.144-13.213

特洛伊人的抵抗与狄俄墨得斯的杀戮

特洛伊人借助宴饮器具和武器展开激烈混战,狄俄墨得斯连续诛杀迎击的科洛伊博斯与欧律达玛斯,并不顾长老伊利奥纽斯的哀求将其无情斩首。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
144

γναμπτὰ μέλη πεπάλακτο μελαινόμενʼ αἵματι πολλῷ.

柔韧的肢体上溅满并染黑了浓稠的鲜血。

145

οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,

然而对阿尔戈斯人而言,这场厮杀也绝非毫发无伤;

ἀλλʼ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,

有人被酒杯砸倒,有人被餐桌击中,

οἱ δʼ ἔτι καιομένοισιν ἐπʼ ἐσχαρεῶνι τυπέντεςδαλοῖς, οἱ δʼ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο

还有人被炉灶上仍在燃烧的火把击中,另有人被烤肉叉刺穿,咽下了最后一口气——

150

Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ·

那些烤肉叉周围想必还残留着在猛火赫淮斯托斯的烈焰下沸腾的温热猪内脏。

ἄλλοι δʼ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσινἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δʼ ἀπὸ χειρῶν

又有一些人被战斧和锋利的板斧劈倒,在血泊中抽搐;

δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο

当他们为了驱除可憎的死神之灵而伸手抓向刀剑时,

χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν·

手指被齐齐切断。

155

καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευελᾶα βαλὼν ἑτάροιο1 κατὰ μόθον· οἱ δʼ ἅτε θῆρες

甚至有人在混战中投掷巨石,砸碎了自己战友的头颅与脑髓;

οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο

他们宛如在乡野牧人的羊圈中负伤的野兽,

ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο

在凄惨的夜幕下被骤然唤醒的怒火所激怒,

νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος

疯狂地肆虐。 他们热切渴望阿瑞斯的杀戮,

160

ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον

在普里阿摩斯的宫殿四周掀起骚乱,四处追杀;

σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησανἈργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν

许多阿尔戈斯人也丧命于长矛之下,

ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,

因为特洛伊人中凡是来得及在厅堂内抓起宝剑或长矛的人,

δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.

尽管已被烈酒灌得昏沉,仍以此重创了仇敌。

165

αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν

全城升起了一片耀眼的光芒,

πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν

因为许多阿开奥斯人手中擎着熊熊火把,

δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.

以便在鏖战中极准确地辨认敌我。

καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντααἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα

此时,堤丢斯之子用长矛贯穿了在战斗中迎面冲来的枪战士、

170

ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,

高贵的米格冬之子科洛伊博斯的咽喉深处,

ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.

那正是酒水与食物快速流经的通道。

καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·

黑色的厄运在长矛周围将他攫住;

κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,

他倒卧在黑血与成堆的其他尸体之中,

νήπιος, οὐδʼ ἀπόνητο γάμων, ὧν οὕνεχʼ ἵκανε

愚蠢的人啊,他未能享受到婚礼的果实——他昨日才为此来到普里阿摩斯的城下,

175

χθιζὸς ὑπὸ Πριάμοιο πόλινκαὶ ὑπέσχετʼ Ἀχαιοὺς

并许诺将阿开奥斯人击退离开伊利昂;

Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν

然而神明并未成全他的企望,

ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.

因为死神之灵已降下了毁灭。

σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα

接着,他又斩杀了迎战而来的欧律达玛斯,

γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα

即安忒诺尔那手持良质白蜡木枪的女婿,

180

θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.

他在特洛伊人中以明智的心性卓尔不群。

ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,

随后他又遇见了城中的元老伊利奥纽斯,

καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυγηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·

并向他拔出了可怖的利剑;老人的四肢完全彻底地瘫软在身躯上;

καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι

他浑身战栗,同时伸出双手:

185

τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων

一手紧紧握住那柄迅捷的利刃,

ἀνδροφόνου ἥρωος· ὁ δʼ ἐς μόθον ἐσσύμενός περ

另一手则抱住了这位嗜杀英雄的膝盖。 这位英雄虽渴望厮杀,

ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,

但不知是暂缓了怒火,还是受到了神明的催促,

βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ

他将手中的剑从老人身前稍稍移开,好让老人向这位迅疾勇猛的战士说出祈求之语;

λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δʼ ἀλεγεινὸνἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα·

老人凄楚而急促地呼号起来,可憎的恐惧笼罩着他:

γουνοῦμαί σʼ, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,

“无论你是强大阿尔戈斯人中的哪一位,

αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε

我都向你跪求:请怜悯我这双抱膝的手,

λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος

平息你剧烈的怒火! 斩杀英勇强健的青年,

ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα

会给战士带来崇高的威名;但若你杀害一位老者,

195

κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς·

决不会因勇武而赢得赞誉。

τοὔνεκʼ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας

因此,请将你的手从我身上移开,转向那些精壮青年吧,

ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.

怀着来日也能步入同样暮年的期盼!”

ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·

面对他的哀求,威猛的堤丢斯之子回答道:

ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·

“老人家,我也切盼能得享美好的晚年;

200

ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτινʼ ἐάσωἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄϊδι πάντας ἰάψω,

但只要我的体力依然充沛,我就决不放过任何与我为敌之人,定要将他们全部送入冥府,

οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρʼ ἀπαμύνει.2

因为凡能将来犯之敌击退斩除之人,方为真正的勇士。”

ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορδεινὸς ἀνήρ· ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμον

言罢,这可怖的勇士便将毁灭性的利剑刺穿了他的喉咙;

205

ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα·

他将剑尖对准了凡人生命与鲜血通向死亡最迅速的惨烈通道;

καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα

可怕的厄运摧折了他,

Τυδείδαο χέρεσσιν. ὁ δʼ εἰσέτι Τρῶας ἐναίρων

使他丧命于堤丢斯之子的手下。 而〔狄俄墨得斯〕依然在全城中屠杀特洛伊人,

ἔσσυτʼ ἀνὰ πτολίεθρον ἑῷ μέτα κάρτεϊ θύων·

携着浑身的力量狂暴驰骋;

δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ

他诛杀了矫健的阿巴斯,

210

υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.

又以长枪击倒了佩里姆内斯托斯的显赫之子欧律科翁。

Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων,

埃阿斯斩杀了安菲墨冬,阿伽门农斩杀了达马斯托尔之子,

Ἰδομενεὺς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην.

伊多墨纽斯斩杀了弥玛斯,梅格斯捕杀了得伊俄庇忒斯;

υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ

而阿喀琉斯之子在无可抵御的长枪下……

语法注2 条
  1. 13.156ἑτάροιο

    ἑτάροιο(ἑταῖρος 的单数属格)通常意为“同伴、战友”。此处最自然的理解是描绘黑夜混战中的误伤惨剧,即有人误将巨石掷向己方同伴并击碎其头颅;下文紧接着提到阿开奥斯人手持火把以辨别敌我,正印证了此前混战中敌友难辨的混乱情境。

  2. 13.202οὕνεκα ἄρα ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρα ἀπαμύνει

    由关系代词 ὃς 引导的关系从句(“击退敌人之人”)作为实质主语,与表语名词短语 ἐσθλὸς ἀνήρ(“优秀的勇士”)构成省略系动词 ἐστί 的名词性述语结构,直截了当地表达了狄俄墨得斯冷酷坚决的作战原则:“盖能杀退来犯之敌者,方为勇士”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.144-13.213