- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.424-13.492
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典娜对小埃阿斯的暴行转目不视,特洛伊全城在阿开奥斯人的屠戮与大火中化为灰烬。辽远海上的舟人望见这冲天烈焰,慨叹命运的无常与报应。
εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης·1
日后,女神降下灾祸于他,
οὐδὲ μὲν ἔργον ἀεικὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς
让他为自己的暴行付出代价;她不忍直视这不伦的恶行,
καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δʼ ἔτρεψεν ὀπωπὰς
羞惭与愤怒笼罩着她;
νηὸν ἐς ὑψόροφον· περὶ δʼ ἔβραχε θεῖον ἄγαλμα,
她将冷酷的双目转向神庙的高耸屋顶。神圣的雕像周遭发出呻吟,
καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδʼ ὅ γε λυγρῆς
庙宇的地基剧烈震颤;然而他并未停止那可悲的狂妄,
λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
因为库普里斯确实蒙蔽了他的心智。
πάντῃ δʼ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
到处都是房屋从高处相继倾塌;
ὑψόθεν· ἀζαλέη δὲ κόνις συνεμίσγετο καπνῷ·
焦干的尘土与浓烟混杂在一起。
ὦρτο δʼ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δʼ ἀγυιαί·
可怖的巨响轰然升起,街巷都在颤抖。
καίετο δʼ Αἰνείαο δόμος, καίοντο δὲ πάντα
埃涅阿斯的宅邸在燃烧,
Ἀντιμάχοιο μέλαθρα· καταίθετο δʼ ἄσπετος ἄκρη
安提马科斯的所有殿宇也尽数化为灰烬;无际的高地熊熊燃烧,
Πέργαμον ἀμφʼ ἐρατὴν περί θʼ ἱερὸν Ἀπόλλωνος
遍及美丽的佩耳加蒙周边,遍及阿波罗的神圣殿堂、
νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν
特里托尼斯的至圣神庙,
ἑρκείου·2 θάλαμοι δὲ κατεπρήθοντʼ ἐρατεινοὶ
以及院落宙斯的祭坛。普里阿摩斯诸孙的华美闺房化为焦土,
υἱωνῶν Πριάμοιο· πόλις δʼ ἀμαθύνετο πᾶσα.
整座城池尽归尘埃。
Τρῶες δʼ οἱ μὲν παισὶν ὑπʼ Ἀργείων ὀλέκοντο,
特洛伊人中,有的丧命于阿耳戈斯人之手,
οἱ δʼ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,
有的被惨烈的火焰与自己的房屋吞没,
ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,3
那里既成了他们悲惨的归宿,也成了他们的墓冢。
ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
另有人眼见烈火与敌军同至门廊,
πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,
便拔剑自刎;还有人逼于无奈,
οἱ δʼ ἄρʼ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν
亲手杀死妻子与儿女,
κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
完成惨绝人寰之举后亦随之倒地毙命。
καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμενʼ ἀϋτὴν
又有一人,自以为敌人的喧嚣尚远,
ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
急忙从远离火处提来陶罐,
ὥρμηνεν πονέεσθαι ἐφʼ ὕδατι· τὸν δὲ παραφθὰς
奔忙着去汲水;然而一名阿耳戈斯人骤然抢前,
Ἀργείων τις ἔτυψεν ὑπʼ ἔγχεϊ καί οἱ ὄλεσσε
以长矛将他刺穿,
θυμὸν ὑπʼ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δʼ εἴσω
夺走了那被浓酒麻痹的性命;
δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
他倒在宅内,空荡的陶罐碎落身旁。
ἄλλῳ δʼ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη
另有一人在穿过大厅逃跑时,
ἔμπεσε καιομένη, ἐπὶ δʼ ἤριπεν αἰπὺς ὄλεθρος.
一根燃烧的房梁坍塌砸下,险绝的毁灭立刻将他吞没。
πολλαὶ δʼ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
更有许多妇女在痛苦奔逃中,
ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,
想起了留在屋中床榻上的娇儿,
οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δʼ ἀνὰ ποσσὶν ἰοῦσαι
便急忙折足而返;然而屋舍从上方塌落,
παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.
她们与孩子们一同丧生于废墟之下。
ἵπποι δʼ αὖτε κύνες τε διʼ ἄστεος ἐπτοίηντο
战马与猎犬也狂乱地穿行于城中,
φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ
四散逃避那可怖烈焰的肆虐;
στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες
它们足下踩踏着死者,又不断撞向生者,
αἰὲν ἐνερρήγνυντο. βοὴ δʼ ἀμφίαχεν ἄστυ.
带去灾祸。喧天的号哭回荡在整座城中。
καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
一名青年穿过烈焰一面呼号;
φθεγγομένου· τοὺς δʼ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν·
无情的定数却将屋内之人彻底击溃;
ἄλλον δʼ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
悲泣的毁灭以不同途径吞噬着不同的人。
φλὸξ δʼ ἄρʼ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δʼ αἴγλη
火舌腾入神圣的苍穹,无边的光芒四散蔓延;
ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο
周围居住的各部族远远望见这火光,
μέχρις ἐπʼ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
直至伊达山的高耸峰峦、
Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο·
色雷斯的萨摩斯岛以及近海的忒涅多斯岛。
καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·
在大海深处的舟楫之中,有人吐露了这番言语:
ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
“心志坚定的阿耳戈斯人在为转眄海伦饱尝艰辛之后,
πολλὰ μάλʼ ἀμφʼ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,
终于成就了此等浩繁的大业;
πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
那昔日无比繁盛的特洛伊,
καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·
如今已全在烈火中熊熊燃烧。没有一位神明庇护切望拯救的他们;
πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
因为无法抗拒的命运正审视着凡人的一切行径。
καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
命运使许多无名而卑微的事物变得辉煌荣耀,
κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονʼ ἔθηκε·
又将高高在上者贬入低微;
πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
在这饱经磨难的流转变迁的生涯中,
ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.
往往乐极生悲,亦往往否极泰来。”
ὣς ἂρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
凡人中有人如此说道,
εἰσορόων. στονόεσσα δʼ ἔτʼ ἄμφεχε Τρῶας ὀϊζύς·
自远方凝望着那浩茫的光芒。然而哀戚的厄运仍笼罩着特洛伊人。
Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται
阿耳戈斯人在城中狂暴横行,
λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
宛如狂暴的阵风卷起无垠的怒海,
ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
每当祭坛座升起于星空之上,
βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν4
与招致风暴的大角星遥遥相对,
ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷπολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ
朝向晦冥的南方,在骤起的狂风中无数船只沉入海底毁灭;
ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
阿开奥斯的子孙们正似暴风一般洗劫着险峻的伊利翁;
πόρθεον Ἴλιον αἰπύ· τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ.
而城池在熊熊大火中燃烧。
ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς
这情景正如一座覆盖着茂密森林的高山,
ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
在狂风助长的烈焰下猛烈燃烧,
ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι κολῶναι,
漫长山脊周遭轰响,
τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
所有的野兽都被赫淮斯托斯的威力围困于山林之中,
Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθʼ ὕλην·
饱受凄惨的折磨。
- 13.424ἀνέρα τίσατο λώβης
动词 τίσατο(τίνομαι 的不定过去时)在此接指人的宾格(ἀνέρα)与表示缘由/罪责的属格(λώβης),构成“因某事惩罚某人”的句式。
- 13.435ἀμφὶ δὲ βωμὸν ἑρκείου
ἑρκείου 为形容词 ἕρκειος(庭院的、护宅的)阳性单数属格,此处省略了通常搭配的神名 Διός(庭院宙斯),介词 ἀμφί 统辖宾格 βωμόν。
- 13.440ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη
关系副词 ἔνθα 承接前文倒塌起火的居所(σφετέρων τε μελάθρων),以 καὶ μοῖρα κακὴ καὶ τύμβος 作被动式 ἐτύχθη 的并列主语,形成修辞:燃烧的房屋既成了夺走他们生命的宿命,又成了埋葬骨骸的坟墓。
- 13.482ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
天文学式明喻。副词 ἀντιπέρηθε 支配属格 δυσαέος Ἀρκτούροιο(凶风之大角星),Θυτήριον(祭坛座)作为虚拟式动词 ἀντέλλῃσιν 的主语,置于由 ὁππότε 引导的时间从句中,指风暴季节的星象位移。
