← 斯密那的昆图斯

荷马史诗续集

§13.355-13.423

海伦获赦与卡珊德拉受辱

墨涅拉奥斯斩杀德伊福玻斯后欲杀海伦,但在阿佛洛狄忒的干涉与阿伽门农的劝阻下息怒罢手;与此同时,小埃阿斯在神殿内玷污卡珊德拉,令雅典娜女神亦心生悲愤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
355

Δηίφοβον κατέπεφνε καρηβαρέοντα1 κιχήσας

墨涅拉奥斯在海伦的床榻旁寻得昏沉沉的、

ἀμφʼ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δʼ ὑπὸ φύζῃ

不幸的德伊福玻斯,并将他斩杀。

κεύθετʼ ἐνὶ μεγάροισιν· ὁ δʼ αἵματος ἐκχυμένοιο

海伦因惊恐而藏匿在深闺内;他因流淌的鲜血与这场杀戮而欣喜,并对他吐出这样的话语:

γήθεεν ἀμφὶ φόνῳ· τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·

“你这狗贼,

ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντʼ ἐφέηκα

今日我确已将带来哀号的毁灭加诸你身!

360

σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένειαζωὸν ἔτʼ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι

纵使你自诩为轰鸣雷神宙斯的东床快婿,

γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατʼ ὄλεθροςἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα

神圣的早生黎明女神也决不会再见你在特洛伊人中活着。你在我妻子的闺房旁被惨痛地击倒,

ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε

黑色的死亡已将你收纳。但愿在那之前,

365

θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος

当那毁灭者亚历山大在混战中与我对峙时,

νοσφισάμην·2 καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος·

我也曾夺去他的性命;那样我的痛苦本可更轻微些。

ἀλλʼ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα

但他已经付清了一切应受的惩罚,

τίσας αἴσιμα πάντα· σὲ δʼ οὐκ ἄρα μέλλεν ὀνήσειν

落入了令人战栗的冥府幽暗之中;

ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτʼ ἀλιτροὶ

我的妻子终究未能让你获益,

370

ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκʼ ἄρʼ αὐτοὺς

因为恶人绝无法逃脱无瑕的忒弥斯,

εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται

她日夜注视着他们,在天空中飞翔于各人类部族之上,

τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.

与宙斯一同向明知故犯作恶之人施以惩罚。”

ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·

他如此说着,对仇敌降下无情的毁灭;

375

μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων

因为嫉妒的怒气在他胸膛中狂暴激增;

ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσιΤρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε

他在勇敢的心灵中谋划着特洛伊人的诸多灾难,

πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν

而尊崇的正义女神狄刻果真使之圆满成就。因为正是他们最先围绕海伦犯下狂妄罪行,

ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,

最先毁坏誓约,

380

σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ

这些狠毒之人,

ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·

以心灵的过犯践踏了那黑色的盟誓之血与不朽诸神的牺牲。

τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·

为此复仇女神厄里倪厄斯们后来使他们历经磨难;

τοὔνεκʼ ἄρʼ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δʼ ἀνὰ ἄστυ

因此他们有的人陈尸于城垣之前,

τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.

有的人在城中正纵享筵席与秀发娇妻时命丧黄泉。

385

ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο

终于,墨涅拉奥斯在府邸深处找到了自己的妻子,

εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν

她正在刚毅的结发之夫的叱咤声下瑟瑟发抖。

ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσαςὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,

丈夫一见到她,便在心中的嫉妒驱动下冲上前去要杀了她,

εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη,3

若不是迷人的阿佛洛狄忒遏制了他的暴烈,

390

ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν·

从他手中打落利剑并制止了他的冲势。

τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν

女神驱散了他阴郁的嫉意,

ἡδὺν ὑφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.

并在他的心灵与双目深处唤起了甜美的渴望。

τῷ δʼ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη

意料之外的惊愕笼罩了他;目睹她耀眼的美貌,

κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,

他再也无法忍心让利刃触及她的粉颈,

395

ἀλλʼ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντιεἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι

而是如同一株立在多林山脉上的枯木,

ἐσσύμεναι κλονέουσι διʼ ἠέρος οὔτε νότοιο·

任凭穿透长空的疾骤北风与南风的风暴皆无法撼动;

ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ

他因惊骇而这般久久僵立。凝视着妻子,

δερκομένου παράκοιτιν· ἄφαρ δʼ ὅ γε λήσατο πάντων,

他的气力溃散了;她曾在正室之榻上犯下的一切过错,

400

ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι·

他顿时忘得一干二净;

πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων

因为令一切神明与凡人的心灵屈服的女神库普里斯,

ἀθανάτων δάμνησι νόον θνητῶν τʼ ἀνθρώπων.

已将这一切磨灭。

ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας

然而即便如此,他依然从地上重新拾起利剑,

κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ

扑向结发之妻;但当他扑去时,心中却涌起另一种思量,

405

ὡρμᾶτʼ ἐσσυμένοιο·4 δόλῳ δʼ ἄρα θέλγεν Ἀχαιούς.

原来他是借此计策来瞒骗阿开奥斯人。

καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ

就在这时,他的兄长阻拦住了急切的他,

μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·

用温和的言辞极力劝阻;因为他唯恐他们的一切苦劳都化为泡影:

δείδιε γὰρ μή δή σφιν ἐτώσια πάντα γένηται·

“息怒吧,

ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε

墨涅拉奥斯,莫再动怒;

410

κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ

杀害结发妻子绝非相称之举,为了她,

ἄλγεʼ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες·

我们在筹划对普里阿摩斯的灾祸时忍受了无数痛苦。

οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γʼ ἔολπας,

海伦并非罪魁祸首,并非如你所想的那样,

ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης

而是帕里斯,他遗忘了待客之神宙斯与你的筵席之恩;

λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.

因此神明已在痛苦中报应了他。”

415

ὣς φάθʼ· ὁ δʼ αἶψʼ ἐπίθησε. θεοὶ δʼ ἐρικυδέα Τροίην

他如此说道;墨涅拉奥斯立刻顺从。诸神以幽暗的阴云遮蔽自身,

κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,

为辉煌的特洛伊哀泣,

νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.

唯有秀发的特里托尼斯与赫拉除外。

αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτʼ ἐσίδοντο

当她们看见神所生的普里阿摩斯那座名城惨遭洗劫时,

περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.

心中大为得意。

420

ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὴ ἐΰφρων Τριτογένεια

然而,明达的特里托革涅亚自己也绝非全无泪水,

πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ

因为在她的神庙深处,

Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς

奥伊琉斯勇武的儿子心智受蒙蔽,

θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος·5 ἡ δέ οἱ αἰνὸν

玷污了卡珊德拉;而女神对他产生了可怕的……

语法注5 条
  1. 13.355καρηβαρέοντα

    动词 καρηβαρέω(头重、昏沉)的现在分词主动阳性单数宾格,修饰 Δηίφοβον。该词生动描绘了德伊福玻斯在海伦床榻旁因醉酒或困倦而头脑昏沉、毫无防备地被袭杀的情状。

  2. 13.364ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος νοσφισάμην

    语气词短语 ὡς εἴθε 与不定过去时中动直陈式 νοσφισάμην 连用,表达针对过去未实现的愿望(与过去事实相反的愿望),与接下来的主句 καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος(那样我的痛苦本可更轻些)相呼应。

  3. 13.388ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο, εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη

    过去非真实条件句。主句使用未带潜在语气词(ἄν/κεν)的过去直陈式 ὥρμηνε(他急切冲上前去杀她/险些就要杀她),后接 εἰ μή 与不定过去时直陈式 κατέρυξε(若非阿佛洛狄忒阻拦)。这种结构在史诗中常见,用以强调动作迫在眉睫的未遂状态。

  4. 13.404νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ ὡρμᾶτʼ ἐσσυμένοιο

    分词 ἐσσυμένοιο(完成时中被动分词,阳性单数属格)与与格代词 οἱ 均指墨涅拉奥斯。此处属格修饰与 θυμῷ 相关的动作主体(即“在他冲上前去时,其胸中……”),在句法上充当附带情况的说明。

  5. 13.423θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος

    完成时被动分词 βεβλαμμένος(受损的、被妨碍的)支配表示领域或方面的属格 θυμοῦ 和 νόοιο(“在心智与理性上受损”,即丧失理智、狂迷失心)。这是荷马史诗以来的传统短语,形容小埃阿斯目无神明的狂暴与心智蒙蔽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.355-13.423