← 斯密那的昆图斯

荷马史诗续集

§13.214-13.283

普里阿摩斯的覆亡与阿斯提阿那克斯之死

尼俄普托勒摩斯斩杀了普里阿摩斯的数位王子与阿革诺尔,并在赫耳客奥斯祭坛旁将普里阿摩斯国王斩首。随后,希腊人将幼童阿斯提阿那克斯从城墙抛下摔死,被俘押走的安全安德洛玛刻悲痛欲绝,哀求赐死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
214

Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην,

他杀死了高贵的潘蒙,击倒了冲上来的波利忒斯,

215

ἀντίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας

并在他们之后斩杀了安提福诺斯,所有这些人

υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν

皆是普里阿摩斯的儿子;他又制服了在战火中迎面而来的

δάμνατʼ Ἀγήνορα δῖον· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν

高贵阿革诺尔;英雄们一个接一个丧命于他的手下;

ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ ὄλεθρος

在垂死之人身边,

ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν1

四处皆浮现出黑色的毁灭。 而他披戴着父亲的勇力,

220

μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ

狂暴地砍杀所遇见的每一个人。怀着凶险的杀意,

δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν

他在庭院守护神赫耳客奥斯的祭坛旁,

ἑρκείου ποτὶ βωμόν· ὁ δʼ ὡς ἴδεν υἷʼ Ἀχιλῆος,

遇上了敌人的国王本人。 国王一见到阿喀琉斯之子,

ἔγνω ἄφαρ τὸν ἐόντα2 καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτὸς

立刻认出了他的身份,却并未战栗,因为他自己

θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·

正渴望在子嗣尽丧之后舍弃生命;

225

τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·

因此他渴望求死,向他开口说道:

ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,

“善战阿喀琉斯的强悍勇猛之子啊,

κτεῖνον, μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε

杀了我吧,切莫怜悯我这个不幸之人;因为在承受了

τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι

如此之多、如此惨痛的苦难之后,我绝无心再仰望

ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη

普照万物的太阳之光,反而宁愿立刻

230

φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης

随我的孩子们一同死去,忘却凄惨的忧伤

λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με

与喧嚣刺耳的杀伐。若是当年我为你父亲所杀的

σεῖο πατὴρ κατέπεφνε,3 πρὶν αἰθομένην ἐσιδέσθαιἼλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον

赫克托耳送来赎金之时,在目睹伊利昂化为焦土之前,

Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που

你的父亲就已经将我斩杀,那该有多好!然而想必

235

κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο

命运女神纺就了此等定数;你且用杀死我

ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμʼ ὀδυνάων.

来填满你强悍的心吧,好让我能忘却无尽的痛苦。”

ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

面对他的哀求,阿喀琉斯的强悍之子回答道:

ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·

“老人家,你所催促的正是一个本已急切、跃跃欲试之人;

οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·

因为我绝不会让你这个仇敌留在生者之中;

240

οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.

毕竟对人世间的男儿而言,没有什么是比自己的性命更为珍贵的。”

ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος

言罢,他极其轻而易举地

ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται

斩下了白发老人的头颅,宛如有人在盛夏温暖的时节

ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.

从干瘪的麦田上割下一束麦穗。

ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν

那头颅发出沉重的呜咽,在地面上滚出很远,

245

νόσφʼ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ·

脱离了凡人赖以活动的其他肢体;

κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν

他倒卧在黑血与旁人的残躯之间,

ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·4

昔日曾在财富、血统与无数子嗣上荣耀卓绝的王者;

οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποισιν,

因为对凡人而言,荣耀绝难长久维系,

ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·

反而不可预期的耻辱往往骤然袭来;

250

καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δʼ ὅ γε λήσατο πάντων.

致命的命运攫住了他,使他忘却了所有的厄难。

οἱ δὲ καὶ Ἀστυάνακτα βάλον Δαναοὶ ταχύπωλοι

驾驭快马的达那俄斯人又将阿斯提阿那克斯

πύργου ἀφʼ ὑψηλοῖο, φίλον δέ οἱ ἦτορ ὄλεσσαν

从高高的城楼上掷下,断送了他宝贵的生命,

μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα

将他从母亲的怀抱中硬生生夺走——

Ἕκτορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε

这是由于他们对赫克托耳满怀愤恨,因为当他生前,

255

ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,

曾屡屡给他们带来惨祸;因此他们深恨他的后裔,

καί οἱ παῖδʼ ἐβάλοντο καθʼ ἕρκεος αἰπεινοῖο,

将他的幼子从险峻的壁垒上扔了下去,

νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.

那只是个尚不懂得战争残酷的稚童。

ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς

正如山中饥肠辘辘的狼群,以险恶的心计

κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται

将一头小母牛从母亲充满乳汁的乳房旁驱赶离开,

260

μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,

推落进回声隆隆的悬崖绝壁;

ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα

母牛为了挚爱的骨肉凄声悲鸣,四处奔走呼唤,

μακρὰ κινυρομένη, τῇ δʼ ἐξόπιθεν κακόν ἄλλο

但更大的灾祸紧接着自后降临,

ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν·

因为群狮将母牛自身也撕扯攫走;

ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο

仇敌们便是如此将极度痛悼幼子、发出惨痛悲号的

265

ἦγον δήϊοι ἄνδρες ἅμʼ ἄλλῃς ληιάδεσσι

无可指摘的厄埃提翁之女,

κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.

连同其他被掳获的女俘一起押走。

ἡ δʼ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος

这位脚踝美丽的厄埃提翁之女,一想起儿子、

μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη

丈夫与父亲所遭受的可怕屠戮,

ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον

便一心求死,因为对王者而言,

270

τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·

战死沙场远胜过沦为卑贱之人的奴仆;

καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·

她心中悲痛欲绝,发出了哀婉的呼号:

εἰ δʼ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ

“来吧,阿尔戈斯人,现在也迅速将我的身躯

ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,

推下那可怕的城墙,或是推下山岩,

Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματʼ ἔασι·

或是投入烈火中吧! 因为降临在我身上的苦难实在深重无边;

275

καὶ γάρ μευ πατέρʼ ἐσθλὸν ἐνήρατο Πηλέος υἱὸς

佩琉斯之子在神圣的忒拜杀死了我高贵的父亲,

Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δʼ ἔνι φαίδιμον ἄνδρα,

又在特洛伊杀戮了我显赫的丈夫,

ὅς μοι ἔην μάλα πάντα, τά τʼ ἔλδετο θυμὸς ἐμεῖο·

他曾是我心灵所期盼的一切;

καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,

他还在深宫中留给我一个幼小的孩子,

ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ

我仍因他感到无尽的荣光,然而正当我仍对他满怀诸多期许之时,

280

ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.

凶残险恶的厄运却欺骗了我。

τῷ νύ μʼ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο

因此,请快快将痛苦的我从这备受摧折的生命中

νοσφίσατʼ ἐσσυμένως, μηδʼ εἰς ἑὰ δώματʼ ἄγεσθε

解脱出去吧,切莫将我与那些枪下俘虏混杂着

μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ

带回你们的家园,因为在我的心中如今已不再……”

语法注4 条
  1. 13.219πατρὸς ἑοῦ καταειμένος ἀλκὴν

    动词 καταέννυμι(穿戴、披盖)的完成时中被动分词 καταειμένος 带有宾格 ἀλκήν 作为中动保留宾语,构成具象的比喻表达,意为“身披其父之武勇”。

  2. 13.223ἔγνω ἄφαρ τὸν ἐόντα

    知觉动词 ἔγνω(认出)直接带带有冠词的分词 τὸν ἐόντα 作为宾语,意为“一眼认出他究竟是谁(即阿喀琉斯之子的身份)”。

  3. 13.231ὡς ὄφελόν με σεῖο πατὴρ κατέπεφνε

    小词 ὡς 与 ὄφελον(源自 ὀφείλω 的第二不定过去时,此处用作愿望小词)搭配直陈语气不定过去时 κατέπεφνε,表达对过去事情未实现的遗憾与愿望(“要是你的父亲那时就杀了我该多好”)。

  4. 13.247ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν

    关系/特质与格,修饰主句主语普里阿摩斯(即 κεῖτο '横卧' 的主语)。此处与格并列用于诗意地衬托他在“财富、出身与众多子嗣”上的昔日显赫与如今倒卧血泊的凄凉对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.214-13.283