- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:12.77-12.149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
涅俄普托勒摩斯和菲罗克忒忒斯起初主张强攻,但宙斯的雷霆异象迫使他们听从卡尔卡斯的建言。雅典娜托梦指引厄珀奥斯,后者率领全军伐木建造,仅用三天便建成了巧夺天工的特洛伊木马。
ἀλλʼ οὔτʼ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
“然而,哪怕是你那不知疲倦的父亲那无畏的勇力,
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
也未能攻破普里阿摩斯富庶的城池,
οὔθʼ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλʼ ἄγε θᾶσσον
我们历经万般苦战亦未能如愿。来吧,
Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες
还是依照卡尔卡斯的建言,迅速奔赴快船,
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
在厄珀奥斯的手中建造一匹木马吧;
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
在阿耳戈斯人中,他在木工造诣上出类拔萃,
εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.
因为雅典娜亲自传授了他这一技艺。”
ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἀριστῆες πεπίθοντο
他如此说道;众勇士皆听从了他的话,
νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν
唯独心怀骁勇的涅俄普托勒摩斯不从,
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
他也未能说服勇毅的菲罗克忒忒斯那高贵的心智;
ὑσμίνης γὰρ ἔτʼ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
因为他们仍未对惨烈的厮杀感到餍足。
ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
他们急欲在混战中搏杀,
σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχοςπάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
便命令各自的部众将战争中助长杀伐的一切器械运往无垠的城墙之侧,
ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
期冀攻克那座坚固的城池;
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
因为二人皆是依循诸神的意志奔赴沙场的。
καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
若非宙斯在高天之上动怒,
εἰ μὴ Ζεὺς νεμέσησεν1 ἀπʼ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
震颤阿耳戈斯人脚下的大地,摇撼头顶的整个苍穹,
Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δʼ ἐτίναξενἠέρα πᾶσαν ὕπερθε, βάλεν δʼ ἀκάμαντα κεραυνὸν
并将不知疲倦的雷霆掷于英雄们身前,
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
他们此刻早已迅速达成了心中所愿的一切。整个达耳达尼亚大地下鸣响不绝;
Δαρδανίη· τῶν δʼ αἶψα μετετράπετʼ ἠῢ νόημα
他们高贵的意志顷刻间化为恐惧,
ἐς φόβον· ἐκ δʼ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
将自身强横的力量与卓越的勇武忘得一干二净,
καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο·
即便心不甘情不愿,也只得顺从了声名远播的卡尔卡斯。
ἐς δʼ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
于是,他们与其他阿耳戈斯人一同返回船队,
μάντιν ἀγασσάμενοι, τὸν ἄρʼ ἐκ Διὸς ἔμμεν ἔφαντο,
对这位预言家敬畏不已——他们称他是来自宙斯、
ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
来自宙斯抑或福玻斯的使者;众人对他言听计从。
ἦμος δʼ αἰγλήεντα περιστρέφετʼ οὐρανὸν ἄστρα
当璀璨的群星在四方闪耀,周行于明净的天宇,
πάντοθε μαρμαίροντα, πόνου δʼ ἐπιλήθεται ἀνήρ,
凡人忘却劳苦之时,
δὴ τότʼ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
雅典娜离开福乐诸神险峻的居所,
ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντʼ εἰκυῖα
化身为一位肌肤柔嫩的少女,
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δʼ ἄρʼ Ἐπειοῦ
降临至船队与大军之中。
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει
她化作梦境伫立在骁勇的厄珀奥斯的头顶上方,命他打造木马;
τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
并对他说,当他奋力劳作时,
αὐτὴ συγκαμέειν,2 αὐτὴ δʼ ἄφαρ ἀγχόθι βῆναι
她将亲自与他同甘共苦,
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δʼ ὅ γε μῦθον ἀκούσας
立刻来到身旁督促这项工程。听到女神的话语,
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
他胸中欢喜,从无忧的沉睡中一跃而起;
ἔγνω δʼ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
他认出了这不朽的神明。
ἄλλο παρὲξ ὥρμαινε, νόον δʼ ἔχεν αἰὲν ἐπʼ ἔργῳ
他的心不再思索其他任何事物,唯将心思倾注于这神圣的事业;
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
精湛的技艺萦绕在他的心智之中。
Ἠὼς δʼ ὁππόθʼ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
当黎明推开宜人的暗夜使其归入厄瑞玻斯,
εἰς ἔρεβος, χαροπὴ δὲ διʼ ἠέρος ἤιεν αἴγλη,
欣悦的光华穿透空气普照大地之时,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
厄珀奥斯如其所见所闻,
ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
向热切期盼的阿耳戈斯人道出了这神圣的梦境;
οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
他们听闻后欣喜若狂。
καὶ τότʼ ἄρʼ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάονταἼδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
随后,
ἀνέρας· οἱ δʼ ἐλάτῃσιν ἐπιβρίσαντες ἀνʼ ὕλην,
阿特柔斯的儿子们派遣敏捷的男儿奔赴林木葱郁的高耸伊达山谷。他们在密林中猛砍冷杉,
τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
斩倒参天大树;巨树倾倒受击时,
θεινομένων· δολιχαὶ δὲ κατʼ οὔρεα μακρὰ κολῶναιδεύοντʼ ἐκ ξυλόχοιο· νάπη δʼ ἀνεφαίνετο πᾶσα
山谷四下轰鸣。崇山峻岭间绵长的山冈被剥去了林木,
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε·
整座幽谷在野兽眼中再也不似往昔那般宜人;
πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο.
残余的树桩渴望着疾风的威力,逐渐干枯。
καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου
阿开奥斯人用利斧将树木截断,
ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ
急匆匆地从郁郁葱葱的山岭运往赫勒斯滂的海滩。
αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
健儿与骡马的心力皆耗损于这项苦役之中;
ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
部众在厄珀奥斯的指引下四处奔忙,劳作不休。
οἱ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ
一些人用带齿的铁锯切割木料,
δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δʼ ἄρʼ ἀπʼ ὄζους
度量木板;
λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν,
另一些人则用斧头削去尚未锯开的原木上的枝桠,
ἄλλος δʼ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
众人各司其职,挥汗如雨。与此同时,
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
厄珀奥斯造好了木马的蹄足,
νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
接着是腹部,又在其上接合了背脊与后部的腰身,
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
前方配上脖颈,在高昂的颈项上装上鬃毛,
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
仿佛真正迎风飘拂一般;
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
还有毛发浓密的头颅、秀美的马尾、
οὔατά τʼ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
耳朵、明澈的双目,
οἷς ἐπικίνυται ἵππος·3 ἀέξετο δʼ ἱερὸν ἔργον
以及马匹赖以行动的所有其他部位。由于神明赐予这男子美妙的技艺,
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
这件神圣的杰作逐渐成型,
δῶκʼ ἐρατήν· τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα
宛若真正的活物一般。在帕拉斯的指引下,仅用三天便一切告竣;
Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς
阿耳戈斯大军欢欣鼓舞,
Ἀργείων· θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς
惊叹于这木雕之躯上竟仿佛孕育出了生命。
- 12.93καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός, εἰ μὴ Ζεὺς νεμέσησεν
由 κεν 搭配过去直陈式(τέλεσσαν)及 εἰ μή 引导的过去直陈式(νεμέσησεν)构成的过去非真实条件句,意为“若非宙斯动怒,他们此刻早已达成……”。这是史诗中表现因神意干预而避免既定事态的典型程式。
- 12.110ἔφη δέ οἱ ἐγκονέοντι αὐτὴ συγκαμέειν
在由 ἔφη 引导的间接引语中,不定式 συγκαμέειν 的逻辑主语与主句主语(雅典娜)一致,因而采用了主格强调代词 αὐτή 而非宾格。与格短语 οἱ ἐγκονέοντι(“与辛勤劳作的他”)作复合动词 συγκαμέειν(“共同劳作”)的宾语。
- 12.145οἷς ἐπικίνυται ἵππος
关系代词 οἷς 是无介词的工具/方式与格,指代先行词 πάντα,意为“马匹赖以行动的(一切部位)”。它概括了使马得以运动的各个身体构造与器官。
