← 斯密那的昆图斯

荷马史诗续集

§12.150-12.220

木马告竣与诸神之争

木马完工后厄珀奥斯向雅典娜祈祷,诸神乘宙斯远去之际爆发激烈混战;但在宙斯震怒的雷霆与忒弥斯的严正劝阻下,诸神平息争斗各自离去,奥德修斯随即向阿开奥斯将领们发表讲话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
150

καὶ τάχος ἐκπεπόνητο ποδῶν,1 χρεμέθοντί τʼ ἐῴκει.

木马蹄足的敏捷姿态亦告落成,宛若正在嘶鸣的骏马。

καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου

彼时,高贵的厄珀奥斯为了这匹巨木马,

εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·

向不知疲倦的特里托尼斯伸出双手祈祷道:

κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον.

“垂听我的祈求吧,伟大的女神,护佑我和你这匹木马!”

ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,

他如此祈愿;足智多谋的雅典娜女神垂听了他的呼声,

155

καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν

使这项杰作成为了所有凡间世人——无论是亲眼得见之人,

πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.

抑或是后世听闻之人——无不惊叹的神迹。

ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦδερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων

然而,正当达那奥斯人凝望厄珀奥斯的杰作而欢欣鼓舞,

μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,

特洛伊人则奔逃避入塔楼内以躲避死亡与冷酷的毁灭之时,

160

δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα

威严的宙斯离开诸神,

Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος

远赴大洋河的流水与忒堤斯的洞穴,

ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς

不朽的神明之间遂爆发了争端。

ἔπλετʼ ὀρινομένων· ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις

动荡不安的诸神心智分裂为二;他们御风而行,

οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὕπʼ αἰθὴρ

乘着狂风从天宇降落凡尘;

165

ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα

他们身下的高空发出了轰鸣。他们来到克珊托斯的河畔,

ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν

彼此怒目而视,一方支持阿开奥斯人,

οἱ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ.

另一方则偏向特洛伊人;求战之渴望充溢在他们的心头。

τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.

执掌辽阔海域的神灵亦与他们汇聚一处。

καί ῥʼ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινονἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δʼ ἐρατεινὴν

偏袒特洛伊的一方愤怒地急欲将诡诈的木马连同战船彻底摧毁,

Ἴλιον· αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν

而另一方则誓要夷平秀美的伊利翁。然而变幻莫测的命运女神遏阻了他们,

τρέψε νόον μακάρεσσιν· Ἄρης δʼ ἐξῆρχε μόθοιο,

并将福乐诸神的心思引向混乱的争战。阿瑞斯率先挑起战端,

ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι

猛扑向雅典娜;

σύμπεσον ἀλλήλοισι· περί σφισι δʼ ἄμβροτα τεύχη

其他神明亦随之相互交锋。当他们移动时,

175

χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος

周身不朽的金色铠甲铿锵作响;广袤的大海在四方狂啸,

εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα

黑色的土地在不朽者的足下剧烈震颤;

ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δʼ ἅμα πάντες ἄϋσαν.

他们齐声发出了震天的呼喊。

σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,

可怖的呐喊直冲广阔的苍穹,

μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·

甚至传到了伟岸的阿伊多纽斯的深渊;

180

Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ

地底的提坦神族闻之无不胆战心惊。

Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα

绵长的伊达山四处哀鸣,

ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι

川流不息的鸣响河流连同幽深的沟壑、

νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.

阿耳戈斯人的战船以及普里阿摩斯的赫赫名城皆在呻吟。

ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν

然而,凡人并未感到恐惧,在诸神自身的授意与安排下,

185

αὐτῶν ἐννεσίῃσι θεῶν2 ἔριν· οἱ δὲ κολώνας

凡人丝毫未察觉到神明的这场争斗。

χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο

诸神徒手从伊达山上撕下山峦,

βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι

掷向对方;

ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα

但那些石块在诸神强韧的肢体周围如细沙般轻易崩裂,

ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης

碎成了齑粉。然而,

190

οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο

这一切并未瞒过身处大地边缘的宙斯那敏锐的心智。他旋即离开大洋河的水流,

χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον

升入辽阔的苍穹。东风与北风承载着他,

εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶριςἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν

西风与南风亦紧随其后;

195

χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.

绚丽的伊里斯将这几股风引至永恒战车的神圣车轭之下——那是不朽的埃翁用不知疲倦的双手以坚不可摧的金刚石为宙斯铸就的座驾。

ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν

他抵达了奥林匹斯的崇山峻岭,

ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι

在震怒中撼动了头顶的整个高天。

βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ

雷声伴随着闪电在四面八方惊天动地地轰鸣,

ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ

密集的霹雳倾泻在大地之上。

200

ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα·

虚空灼烧得难以名状,恐惧落入了不朽诸神的心头;

πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.

纵为不朽之躯,众神的手足亦无不战栗。

τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα

名声显赫的忒弥斯为众神担忧,

ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·

心念一闪便穿云而降,迅速赶到了他们之中;

οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·

唯有她此前远远避开了那悲惨的争斗。

205

τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·

为了制止这场恶斗,她朗声喝道:“住手,

ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε

停止这刺耳的喧嚣吧!

Ζηνὸς χωομένοιο3 μινυνθαδίων ἕνεκʼ ἀνδρῶν

在宙斯动怒之时,

μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι

永生之神为了命途短促的凡人而相互残杀,成何体统!

ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα

否则你们顷刻间都将化为乌有。因为他必会从高空将万座大山合而为一砸向你们,

210

εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶνφείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει

无论儿子还是女儿他都绝不姑息,

γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις

而会将无垠的大地从上方把你们所有人一同彻底掩埋。你们将再无逃向光明的可能,

ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.

沉重的幽暗将把你们永远禁锢!”

ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,

她如此说道;众神因惧怕宙斯的严惩而顺从了她,

215

ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι βάλοντο

他们停止了战斗,

ἀργαλέον, φιλότητα δʼ ὁμήθεα ποιήσαντο·

抛弃了难遏的怒火,重修旧好。

καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω,

随后,有的重返天宇,有的没入海中,

οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοισι δʼ Ἀχαιοῖς

有的则留在大地之上。 此时,向着善战的阿开奥斯人,

υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·

拉厄耳忒斯深谋远虑的儿子朗声说道:

220

ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,

“阿耳戈斯人赫赫有名、勇悍无畏的统帅们啊,

语法注3 条
  1. 12.150τάχος ἐκπεπόνητο ποδῶν

    ποδῶν 作为关系(指明范围)属格修饰 τάχος,意为“关于蹄足的敏捷姿态”。过去完成时被动语态 ἐκπεπόνητο 含有“被精雕细琢完工”之意。

  2. 12.185αὐτῶν ἐννεσίῃσι θεῶν

    ἐννεσίῃσι 为表示手段或原因的与格,意为“依照神明自身的旨意与安排”。上下文表明,由于神明有意向凡人隐瞒这场混战,因此凡人既无恐惧亦未察觉。

  3. 12.207Ζηνὸς χωομένοιο

    属格独立结构,表时间或附带情况(“正当宙斯动怒之时”),阐明了诸神若在此刻为朝生暮死的凡人而相争(μινυνθαδίων ἕνεκʼ ἀνδρῶν μάρνασθαι)是极不适宜且危险的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:12.150-12.220