← 斯密那的昆图斯

荷马史诗续集

§12.1-12.76

奥德修斯献木马计与涅俄普托勒摩斯之争

达奈人久攻特洛伊不下,卡尔卡斯依鸟占征兆建议施计,奥德修斯遂提出木马之策并获众人赞同,但涅俄普托勒摩斯则坚持勇士当以枪戟力战而反对诡计。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἀλλʼ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης

当持矛的达奈人在特洛伊城墙周围力战良久,

αἰχμηταὶ Δαναοί, πολέμου δʼ οὐ γίνετο τέκμωρ,

而战局仍无了结之期时,

δὴ τότʼ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας

卡尔卡斯召集了勇士们的集会。

εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπʼ ἐννεσίῃς Ἑκάτοιο

他在心中深知远射之神的启示,

5

πτήσιας οἰωνῶν ἠδʼ ἀστέρας ἄλλα τε πάντα

明晓飞鸟的翱翔、

σήμαθʼ, ὅσʼ ἀνθρώποισι θεῶν ἰότητι πέλονται,

群星以及凡人依诸神旨意所见的一切预兆。

καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·

勇士们聚集起来时,他对他们说道:

μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,

“切莫再驻留于城墙之侧徒耗气力,

ἀλλʼ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε

当在心中另谋智计与策略,

10

καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετʼ ὄνειαρ·

好为全军与我们自身带来依仗。

ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα·

因为昨日我曾在此处目睹一处征兆:

ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δʼ ἄρα κείνη

一只苍鹰在追逐一只野鸽,

χηραμὸν ἐς πέτρης κατεδύσατο· τῇ δʼ ὁ χολωθεὶς

鸽子仓皇间钻入了岩石的裂缝;苍鹰大怒,

ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε

在裂缝旁久久盘旋不去,

15

χηραμοῦ· ἡ δʼ ἀλέεινεν· ὁ δʼ ἐνθέμενος χόλον αἰνὸν

而鸽子则避不露面。苍鹰胸怀狠戾的怒火,潜藏于灌木丛下;

θάμνῳ ὑπεκρύφθη· ἡ δʼ ἔκθορεν ἀφραδίῃσιν

鸽子愚昧地以为它已远去,

ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὅς δʼ ἐπαερθεὶς

便飞窜出来;苍鹰随即凌空扑下,

δειλαίῃ τρήρωνι φόνον στονόεντʼ ἐφέηκε·

将惨痛的死厄降于那可怜怯懦的鸽子身上。

τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ

因此,我们如今莫要再试图以强力攻破特洛伊人的城池,

20

περσέμεν, ἀλλʼ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.

且看狡计与智谋是否能有所成就。”

ὣς ἄρʼ ἔφη· τῶν δʼ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι

他如此说道;

ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος

但众人在心中皆未能构想出解脱这悲惨战事的策略。正当众人苦寻对策之际,

εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησενυἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·

唯独拉厄尔忒斯之子凭借明慧的心思思索出了良方,当面陈词道:

25

ὦ φίλʼ, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,

“挚友啊,备受天上诸神尊崇之人,

εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς

倘若善战的阿开奥斯人果真注定要以奇谋攻陷普里阿摩斯的城池,

ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες

就让我们造出一匹木马,

βησόμεθʼ ἀσπασίως· λαοὶ δʼ ἀπὸ νόσφι νέεσθαι1

由我们这些杰出的勇士欣然藏入其中作为伏兵。大军则乘船远遁至忒涅多斯岛,

30

ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δʼ ἄρα πάντεςἃς κλισίας, ἵνα Τρῶες ἀπʼ ἄστεος ἀθρήσαντες

众人将各自的营帐尽行焚毁,

ἐς πεδίον προχέωνται ἀταρβέες· ἀλλά τις ἀνὴρ

好让特洛伊人从城中望见后毫无惧色地涌向平原。

θαρσαλέος, τόν γʼ οὔτις ἐπίσταται ἐν Τρώεσσι,

然而必须留下一位胸怀英勇之心的无畏之士在木马之外,

μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,

特洛伊人中无一人认得他,由他向敌军谎称,

35

ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν

面对极度渴望为返乡而献祭的阿开奥斯人的蛮横暴虐,

ῥέξαι2 ὑπὲρ νόστοιο λιλαιομένων μέγʼ ἀλύξαι,ἵππῳ ὑποπτήξας εὐεργέϊ· τὸν δʼ ἐκάμοντο

他蜷缩潜藏在这做工精巧的木马之下才得以逃脱;

Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων·

而那木马是他们为平息为特洛伊枪手而动怒的帕拉斯女神所造。

καὶ τὰ μὲν ὣς ἐπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,

让他面对盘问者如此长久宣说,

40

εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,

直到特洛伊人哪怕冷酷凶狠也深信不疑,

ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,

并因同情而迅速将他带入城中。

ὄφρʼ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,

如此,他便能为我们发出开启惨烈战事的信号:

τοῖς μὲν ἄρʼ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,

一方面为远方的队伍迅速高擎升起青烟的火炬,

τοὺς δʼ ἄρʼ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου

另一方面在特洛伊的子嗣毫无戒备地沉睡之际,

45

ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.

催促藏于宽敞木马中的勇士们破腹杀出。”

ὣς φάτο· τὸν δʼ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δʼ ἄλλων

他这番话说完,众皆赞同;

Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατʼ Ἀχαιοῖς

卡尔卡斯尤为惊叹于他向阿开奥斯人献出了这等精妙的谋略与策略,

μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε

这计策注定将成为阿耳戈斯人取胜的屏障,

νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·

亦是特洛伊人的滔天大祸。

50

τοὔνεκʼ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα·

因此他对善战的诸位勇士说道:

μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,

“朋友们,如今莫要再在心中寻思别的计策,

ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι·

当听从善战的奥德修斯;

οὐδέ οἱ ἔσσετʼ ἄπρηκτον ἐϋφρονέοντι νόημα·

他深思熟虑的构想绝不会落空。

ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,

因为诸神已在实现达奈人的夙愿,

55

σήματα δʼ οὐκ ἀτέλεστʼ ἀναφαίνεται ἄλλοθεν ἄλλα·

处处显现出绝非虚空的吉兆。

Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι διʼ αἴθρηςβρονταὶ ὁμῶς στεροπῇσι· παραΐσσουσι δὲ λαοὺς

宙斯的雷霆伴随闪电在高处响彻晴空,

δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.

吉利的飞鸟亦发出长鸣自大军右翼疾飞而过。

ἀλλʼ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα

来吧,莫要再在城池周围长久逗留;

60

μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγʼ ἀνάγκη

因为绝境已将莫大的勇气注入特洛伊人体内,

θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·

这股勇气哪怕对无能之辈也能激发起战意。

κάρτιστοι δὲ τότʼ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν

唯有当人们舍生忘死、不惜直面惨烈的毁灭之时,

παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου·

战阵中的勇士才是最为强悍的。

ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται

正如特洛伊的子孙如今毫无惧色地保卫自己的城池,

65

ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ.

他们的胸中正狂烈地燃烧。”

ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

听他这般陈说,阿喀琉斯勇悍的儿子回应道:

ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες

“卡尔卡斯啊,勇武之人当与仇敌正面交锋;

μάρνανται· τοὶ δʼ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων

唯有畏惧苦扰内心的卑怯之徒,

οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει·

才会退避在内,在塔楼之上奔波劳作。

70

τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος

因此,我们如今切莫谋划诡计,

ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας

亦莫思寻其他巧谋;因为杰出的人物理当凭劳苦与枪矛取胜,

καὶ δορί·3 θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.

在战阵之中唯有勇者才是优胜者。”

ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·

听他如此言说,拉厄尔忒斯骁勇的儿子回应道:

ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,

“无畏的埃阿科斯后裔那刚烈勇毅的孩子啊,

75

ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,

确如一位无可挑剔的高尚勇士所当为,

θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·

你凭着对自身双臂的依仗,毫不畏惧地道尽了这一切。”

语法注3 条
  1. 12.29λαοὶ δʼ ἀπὸ νόσφι νέεσθαι

    不定式 νέεσθαι 与前文的限定动词 βησόμεθα 及后文的 ἐνιπρῆσαι 并列,用作祈使性不定式(命令式不定式)。其主语保留主格 λαοί,体现了史诗中简述一系列指令时的惯用法。

  2. 12.35ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν ῥέξαι

    关系代词 ὅστις 引导带有祈愿语气 ὑποκρίναιτο 的定语从句,表目的或性质,限定先行词 τις ἀνήρ 的职责。动词 ὑποκρίνομαι(回答、申辩)支配下一行的不定式 ἀλύξαι(以 βίην ὑπέροπλον 为宾语),而不定式 ῥέξαι(献祭)则从属于修饰 Ἀχαιῶν 的分词 λιλαιομένων,意为“声称自己逃脱了渴望献祭的阿开奥斯人的蛮横暴虐”。

  3. 12.71πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας καὶ δορί

    非人称动词 ἔοικεν(理当、合适)后接带不定式结构 ἀριστέας ἔμμεναι ἄνδρας。ἀριστέας ἄνδρας 作主格对格并带有表语色彩(“领袖勇士们理当凭……”),πόνῳ ... καὶ δορί 则为表示方式或手段的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:12.1-12.76