- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:12.221-12.292
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯部署木马计的各项分工,西农自告奋勇承担凶险的诈降重任;老将涅斯托尔亦欲登马参战,但在涅俄普托勒摩斯的劝阻与抚慰下给予其高度赞许与祝福。
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
“如今,正是我热切渴望之时,请向我证明你们中何人是无比勇毅而无可指责之辈;
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
因为这关乎存亡的决断时刻已然来临。
ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθʼ Ἄρηος,
来吧,让我们记起战神阿瑞斯,
ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
登上那精工细作的木马,
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον
以便我们能够为这场刺耳难耐的战争找到终结;
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
因为倘若能凭借诡计与严酷的智谋彻底攻陷这座宏伟的城池,
ἄστυ μέγʼ ἐκπέρσωμεν, οὗ εἵνεκα δεῦρο μολόντες
那才是上策——正是为了这城池,
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
我们远离心爱的故土来到此地,承受了无数的痛楚。
ἀλλʼ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
来吧,将崇高而勇悍的胆魄注入胸膛;
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
须知在战斗中,在沉重的危难迫使之下,
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα1
纵使是卑弱之人,一旦心中燃起勇气,
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
也能斩杀更为骁勇的豪杰;
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθρώποισιν.
因为勇气极大地振作精神,更会给凡人带来至高的荣耀。
ἀλλʼ ἄγʼ, ἀριστῆες μὲν ἐῢν λόχον ἐντύνεσθε·
来吧,领袖们,准备好布置精锐的伏兵;
οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντεςμιμνέμεν,2 εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
而其余的人则退往忒涅多斯的圣城驻守,
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
直至敌人以为这是献给特里托尼斯的供品而将我们拖入城中。
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
此外,要在健勇之士中选派一位特洛伊人并不熟识的勇士,
μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
将坚如钢铁的心怀置于胸中,
καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον, ὁππόσʼ ἔγωγε
守在木马身旁;让他牢记我先前吩咐过的一切,
πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
切勿在心中另生杂念,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.
免得阿开奥斯人的图谋被特洛伊人察觉。”
ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
他如此说道;而在其他人面露惧色之时,
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
威名赫赫的西农挺身回应了他;
ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντʼ ἀνὰ θυμὸνεὐρὺς ἀγάσσατο λαός· ὁ δʼ ἐν μέσσοισιν ἔειπεν·
因为他即将承担一项何等重大的使命。为此,全体将士无不赞叹他胸中这般坚定无畏的气魄;他在众人之中朗声说道:
ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
“奥德修斯啊,以及阿开奥斯人所有最杰出的子弟们,
ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω,
我愿为殷切期盼的你们承担这项重任,
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
纵使他们肆意折磨我,
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
纵使他们图谋将我活活投入烈火之中;因为如今我心甘情愿:
ἢ θανέειν δηΐοισιν ὑπʼ ἀνδράσιν, ἢ ὑπαλύξαι
要么死在敌人的手中,要么逃出生天,
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.
为殷切期盼的阿耳戈斯人带来无上的荣耀。”
ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο·
他如此豪迈地说道;阿耳戈斯人闻言大喜过望。
καί τις ἔφη· ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
有人随即说道: “今日神明赐予了这人何等浩大的勇气!
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
因为他以往并非胆大之徒;但如今必有神灵激励他,
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
让他成为全体特洛伊人的灾星,
ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
抑或是我们的祸害;因为我现在料想,尽管十分突然,
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.
这场残酷战争的未卜结局即将降临。”
ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχαιῶν·
好战的阿开奥斯军旅中,有人如此议论。
Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
此时,涅斯托尔从另一侧亦上前激励众人说道:
νῦν χρειώ, φίλα τέκνα, βίης καὶ θάρσεος ἐσθλοῦ·νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
“亲爱的孩子们,如今正是需要气力与崇高勇气的时刻;
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
因为如今众神正将劳苦的终结与无可挑剔的胜利送入我们殷切期盼的双手中。
ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
来吧,勇敢地跨入那肚量宽广的木马内部,
βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει·
因为唯有勇气能赐予凡人无上的荣耀。
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,3οἷον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
但愿我的双膝中依旧蕴藏着昔日的强力,
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγεπρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
就像当年埃宋之子召集众豪杰登上疾驰的阿耳戈船时那样——那时若非神一般的珀利阿斯违背我的意愿将我阻拦,
εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε·
我本打算作为首拔之士第一个登船!
νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὥς,
然而如今,令人哀伤的衰老已将我笼罩。尽管如此,
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
我也要如血气方刚的青年一般,勇敢地进入木马内部;
θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὀπάσσει.
因为唯有勇气能赋予名声与荣耀。”
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
他这般说完之后,金发的阿喀琉斯之子向他开口道:
ὦ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
“涅斯托尔啊,就心智而言,
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
你是万民中最卓绝之人;但无情的衰老已将你紧紧束缚,
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
尽管你渴望劳苦,体力却已不再充沛牢固。
τῷ σε χρὴ Τενέδοιο πρὸς ᾐόνας ἀπονέεσθαι·
因此,你理当退回忒涅多斯的海滩;而伏兵之任,
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι
将由我们这批尚未对战斗厌倦的青年去担当,
βησόμεθʼ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.
正如你这位长者向殷切期盼的我们所嘱咐的那样。”
ὣς φάτο· τοῦ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
他如此说道;涅琉斯之子走近他身旁,
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν,
亲吻了他的双手和头顶,
οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,αὐτὸν δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
因为他是第一个自告奋勇誓要进入宽大木马之人,
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι·
并嘱咐他这位长者与其他达那奥斯人一同留于其外——因为涅斯托尔自己亦渴望参与这般劳苦。
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
于是他向这位渴望战阵喧嚣的青年说道:
ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ ἐΰφρονι μύθῳ
“无论是气魄还是明达的言辞,你都酷似你的父亲、
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
神一般的阿喀琉斯;我深信,
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
阿耳戈斯人必将凭借你的双手将普里阿摩斯的赫赫名城彻底摧毁。
ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
在我们历经混战中重重惨烈的痛苦与艰辛之后,
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
终将迎来伟大的荣耀;
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
神明虽在凡人的脚前布下了苦难,
- 12.231κατέκτα
格言性不定过去时(gnomic aorist)。用于表述战场上的普遍规律与常理,即处于绝境之中的劣势者(τις... χειρότερος γεγαώς)亦能击杀勇猛之士。
- 12.236μιμνέμεν
不定式作祈使语气(infinitivus pro imperativo)。以 οἱ δʼ ἄλλοι 为主语,与前一行中的命令式 ἐντύνεσθε 形成并列,向其余部队发出指令。
- 12.266ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο
表示对现在无法实现之愿望的句式。小词 ὡς 连同不定过去时形式 ὄφελον,后接未完成过去时直陈式 κεῖτο,意为“但愿如今我的双膝中依旧蕴藏着强力”。
