- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:12.293-12.364
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
以涅奥普托勒摩斯为首的希腊诸英雄相继潜入木马,厄珀俄斯最后进入并闭锁舱门;余军焚营退守忒涅多斯,黎明时特洛伊人发现了木马并捕获西农严加拷问。
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·1
……但将福泽置于遥不可及之处,将劳苦驱赶至两者之间。
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
因此,对年轻人而言,通向惨痛灾祸之途平坦易行,
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος,
而通往荣耀之路却布满艰辛,
μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.
直至有人用双足踏过那令人哀叹的劳苦。”
ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
他如此说道;阿喀琉斯显赫的儿子回答他道:
ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
“长者啊,但愿正如你心中所盼望的那样,
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·
此愿降临于我们这些祈求之人,因为那样远为美好;
εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί, καὶ τοῦτο τετύχθω·
但若众神另有旨意,便让这结果也得以成就吧;
βουλοίμην γὰρ ὑπʼ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
因为我宁愿在阿瑞斯的手下光荣地捐躯,
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.
也不愿从特洛伊逃遁而背负无尽的耻辱。”
ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη
说完,他将父亲那副不朽的铠甲披在双肩之上;
πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
随即,英雄中最出类拔萃者、
ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
凡怀有勇敢气魄之人,亦纷纷披挂上阵。
τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
缪斯啊,如今面对我的逐一垂询,请向我明确宣告:
ἔσπεθʼ, ὅσοι κατέβησαν ἔσω πολυχανδέος ἵππου·
究竟有哪些人进入了那座肚量宽广的木马内部;
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν,
因为早在初生的绒毛散布于我的双颊之前,
πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,2σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
当我还在士麦那的原野上放牧名贵的羊群之时——那是在离赫耳摩斯河有三倍呼喊声可及之遥、
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,3Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
在厄琉忒里俄斯之园阿耳忒弥斯女神神庙的周围,
οὔρεΐ τʼ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.
在一座既不算太低也不甚高耸的山岭之上——你们便已将整首诗歌注入了我的心间。
πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
首先进入庞大木马之中的是阿喀琉斯之子,
υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
随同他的有勇毅的墨涅拉奥斯、奥德修斯、
ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
斯忒涅罗斯以及神一般的狄俄墨得斯;
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
随后进入的是菲罗克忒忒斯、安提克罗斯和墨涅斯透斯,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
随同他们的有气魄非凡的托阿斯、金发的波吕珀忒斯、
Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
埃阿斯、欧律皮罗斯以及如神一般的斯拉叙墨得斯,
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
还有皆名震遐迩的梅里奥涅斯与伊多墨纽斯,
σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
随行的还有执白蜡木枪的波达利里俄斯、欧律马科斯、
Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
神一般的透克罗斯与勇猛刚毅的伊阿耳墨诺斯,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
以及塔耳庇俄斯、安提马科斯与战阵中坚守不退的莱昂透斯;
σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
随行进入的还有貌若天神的欧墨洛斯、
Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ,
欧律阿罗斯、得摩丰、安菲马科斯与英武的阿伽珀诺尔,
σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
同行的还有阿卡玛斯以及强健的菲琉斯之子墨革斯;
ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
其余出类拔萃的勇士们也相继进入,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
其数量正如这精雕细琢的木马内部所能容纳的一切。
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
在他们之中,最后进入的是神圣的厄珀俄斯,
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ
正是他制造了这具木马;
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
他心中深谙如何开启与紧固木马的门扇;因此,
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
他才在所有人之后最后一个登入。
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
他将众人登木马时所用的木梯拉入内部,在将一切紧紧栓固之后,
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
便端坐在门闩之旁;众人皆陷入了死寂,
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
同样徘徊于胜利与毁灭的狭缝之中。
οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
而其余的人则乘船驶向辽阔的大海,
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
焚毁了他们先前寝宿的营帐。
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
有两位心志坚定的勇士为他们统领全局并发出信号,
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
那便是涅斯托尔与执矛的阿伽门农;
τοὺς δὲ καὶ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
尽管这二人也极渴望进入木马之中,
Ἀργεῖοι κατέρυξαν,4 ἵνʼ ἐν νήεσσι μένοντες
但阿耳戈斯人阻拦了他们,
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
以便他们留驻船中好向大军发布号令——因为当统帅在旁注视时,
ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
士卒们方能远为出色地履行使命;因此,
τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
他们尽管身为至尊领袖,仍旧留在了木马之外。
οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
船队迅速抵达了忒涅多斯的海滩;
εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
他们在那里将石锚沉入深处,
νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
自己则敏捷地离船登岸,在〔船〕外将缆绳系于海滩上;
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
他们安然留驻在原地,
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
期盼着那渴望已久的火炬信号显现。
οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
而木马中的勇士们此时正逼近敌人,有时料想自己必将丧命,
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
有时又认为定能摧毁那座神圣的都城;
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
正当他们心怀如此期盼之际,早生的黎明女神降临了。
Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
特洛伊人察觉到赫耳勒斯滂的海滩上,
καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
仍有缕缕青烟穿过长空腾起;
δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον.
他们再也看不见那些曾自希腊为他们运来可怖浩劫的船只。
γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
于是,他们满心欢喜,
τεύχεʼ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
披上铠甲纷纷奔向海滩——因为恐惧依然笼罩着他们的心怀;
ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
他们注意到了那具精工制作的木马,
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·
环立在其四周惊叹不已,因为这委实是一桩浩大的造物;
ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν·
接着,他们又瞧见了近旁的倒霉蛋西农。
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
他们从四面八方围拢过来,将他困于中央,
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
纷纷盘问达那奥斯人的动向;
μειλιχίοις εἴροντο πάρος· μετέπειτα δʼ ὁμοκλῇ
起初他们用温和的言辞询问,继而转为可怖的呼喝威吓,
σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
重重折磨折辱着这位心机深沉之徒。
- 12.293ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·
承接前一行末尾的θεοί(众神)作为主语,动词ἔλασσαν(ἐλαύνω的第三人称复数不定过去时)意为“驱赶/置入……之中”。此句化用了赫西俄德《工作与时日》(287行起)中关于众神将汗水(劳苦)置于美德与成功之前的著名箴言。
- 12.309πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
连词πρίν引导不定词κατασκίδνασθαι的结构,意为“在初生绒毛散布于我两颊之前”,指诗人的青年时期。此处模仿了赫西俄德《神统记》卷首缪斯赐诗的受命叙事,构成了作者自述受命的核心时间状语从句。
- 12.311τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
表示距离的表达方式。τρὶς τόσον... ὅσον 构成相关比较句,意为“相当于人高声呼喊可被听闻之距离的三倍”。Ἑρμοῦ 为附属于副词 ἄπωθεν 的分离属格,意即“距离赫耳摩斯河有三倍呼喊声可及之遥”。
- 12.340τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου / Ἀργεῖοι κατέρυξαν,
宾格指示代名词τοὺς指代前文提到的涅斯托尔与阿伽门农,由让步分词καὶ ἐλδομένους(“尽管他们亦十分渴望”)同格修饰。主句主语为Ἀργεῖοι,动词为κατέρυξαν(“阿耳戈斯人阻拦了他们”),后接由ἵνα引导的目的从句(ἵνʼ... σημαίνωσιν)。
