← 斯密那的昆图斯

荷马史诗续集

§11.432-11.501

阿尔基墨冬阵亡与城墙上的激战

双方战事相持不下,洛克里斯人阿尔基墨冬攀梯登城,被埃涅阿斯掷石击杀。随后菲洛克忒忒斯与埃涅阿斯各以箭矢与飞石击杀对方的战友;菲洛克忒忒斯向埃涅阿斯发出城外决斗的挑战,但城墙周围的残酷攻防战仍在无休止地进行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
432

μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν

为了自己的城邦、妻子与自身而奋力作战;

προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος

而坚守战阵的阿喀琉斯之子,

Ἀργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης

则命令阿耳戈斯人在特洛伊著名的城墙旁坚守,

435

μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.

直到他们用烈火焚毁并攻陷这座城池。

τοὺς δʼ ἄμφω στονόεσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ

在整日的激战混乱中,

μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν

呻吟与无尽的喧嚣笼罩着双方;他们心中各有渴盼,

ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν

一方企图在战神之下攻克城池,

τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.

另一方则誓要守卫,因而战争毫无喘息之机。

440

Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαομαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε

另一方面,埃阿斯在远离英勇埃涅阿斯之处战斗,

σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που

用他远射的兵刃将灾厄的死命射向特洛伊人,

ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε

因为有时箭矢自他手中笔直穿过长空,

ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·

有时则是带来剧痛的标枪;他接连不断地斩杀敌人。

445

οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν

特洛伊人畏惧这位无可匹敌勇士的武力,

ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.

不再坚守战场;守军纷纷撤离了城墙。

καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν

就在那时,洛克里斯人战阵中最为杰出的侍从、

Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι

刚烈勇健的阿尔基墨冬,

κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι

依仗着自己的君王、自身的力气与大胆的青春,

450

ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶκλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη

渴求战阵,迈开矫捷的双脚登上了云梯,

λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ

誓要为战友开辟一条通往城池的可怖路径。他将盾牌顶在头上作为首级的屏障,

ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα

将无畏的心灵注入胸膛,

ἄτρομον ἐνθέμενος κραδίῃ νόον· ἐν δʼ ἄρα χειρὶ

沿着险恶的路径攀援而上。

455

ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε

他一只手时而挥动着无情的长矛,时而向上攀爬;

εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.

凌空的路径迅速将他送上高处。

καί νύ κε δὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ

此时,若非埃涅阿斯在他刚刚探出高墙、

ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα

初次也是最后一次俯瞰城池时猛扑过去,

ὑστάτιον καὶ πρῶτον1 ἀφʼ ἕρκεος ὑψηλοῖο

灾难本已降临到特洛伊人头上,

460

Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴοὐδʼ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ

因为即便在远处,他的冲锋也未能逃过埃涅阿斯的眼睛;

κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς

埃涅阿斯用一块巨石砸向他的头顶。这位意志坚毅者的巨大神力砸碎了他脚下的云梯;

κλίμακά οἱ συνέαξεν·2 ὁ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς

他如弓弦上射出的飞箭般从高空坠落,

ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος

在旋转翻滚中,

465

ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς

毁灭的死命随之而来。

αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·

他带着呻吟的灵魂在尚未落到坚硬的地面之前,便已迅速融散在大气之中;

ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ

由于粗壮的长矛、

νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ

宽阔的盾牌与坚固的头盔都已从他身上甩落震飞,

καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν

他身披胸甲重重砸在泥土上。

470

λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·

洛克里斯人的军众看到勇士受制于悲惨的毁灭,皆爆发出痛苦的哀鸣;

δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ

因为从他毛发浓密的头颅中,

ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα

脑浆已向四处迸溅,所有的骨骼与敏捷的四肢皆粉碎破裂,

ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.

浸染在可怖的血泊之中。

καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,

就在那时,

475

ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα

神一般的波阿斯英勇之子看到埃涅阿斯在城墙周围狂暴奔走,

θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν

其威猛宛如野兽,便立刻放出一箭,

ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδʼ ἀφάμαρτεν

直射向那威名远扬的勇士。他并未射偏,

ἀνέρος, ἀλλά οἱ οὔτι διʼ ἀσπίδος ἀκαμάτοιοἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια

但箭矢丝毫未能穿透那坚不可摧的盾牌触及他白皙的肌肤,

480

καὶ σάκος, ἀλλʼ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.

因为库忒瑞亚与盾牌将其偏折,仅仅擦破了牛皮的外表。

οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα

然而飞箭并未徒然坠地,

μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης

而是射中了盾牌与马鬃头盔缝隙间的墨冬;

τύψεν· ὁ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης

他从塔楼上翻落坠下,

ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·

宛如猎人以带来哀鸣的飞矢自岩石上射落野山羊一般;

485

ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών.

他便是这样倒伏伸展,神圣的生命离他而去。

Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην,

埃涅阿斯因战友之死而盛怒,投出一块巨石,

καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον

击杀了菲洛克忒忒斯优秀的同伴托克萨克墨斯;

Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα

他连同头盔砸碎了他的头颅,轰碎了他所有的骨骼;

ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.

他光明的生命之火就此熄灭。

490

τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ·

高贵的波阿斯之子对着他高声斥道:

Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος

“埃涅阿斯,如今你自以为在塔楼上作战便是最优秀的人,

ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες

那不过是怯懦的妇人抵御仇敌的地方;

δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,3

你若真有本事,

ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης

便身披铠甲走到城墙之外来,

495

Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.

好让你领教波阿斯勇敢的儿子在长矛与箭矢下的能耐!”

ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔτι θρασὺς πάϊς Ἀγχίσαο

他如此说道;但安喀塞斯刚毅的儿子尽管心中极欲应战,

καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει

却丝毫不予回应,因为在巍峨的城墙与城邦周围,

δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ

惨烈的争斗正如火如荼、

νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·

永无休止地蔓延;他们丝毫未曾停止凶险的恶斗;

500

οὐδέ σφιν μάλα δηρὸν ὑπʼ Ἄρεϊ τειρομένοισιν

许久以来在战神的重压下疲惫不堪的他们,

ἔσκε λύσις καμάτοιο· πόνος δʼ ἄπρηκτος ὀρώρει.

也毫无脱离劳顿之机;徒劳无益的艰辛战斗四处激荡。

语法注3 条
  1. 11.459ὑστάτιον καὶ πρῶτον

    中性宾格作副词修饰分词 εἰσορόωντι,构成矛盾修辞法,意为“初次也是最后一次”。它戏剧性地强调,阿尔基墨冬攀上墙头首次望见城内的那一刻,便因死亡而旋即成为他人生中最后一次凝视。

  2. 11.463κλίμακά οἱ συνέαξεν

    与格代词 οἱ 并非指主语(埃涅阿斯),而是指正在攀爬的阿尔基墨冬,作同情与格(表受损或关涉的与格),意指埃涅阿斯“砸碎了他脚下的云梯 / 砸碎了他的梯子”。

  3. 11.493εἰ δὲ τίς ἐσσί

    不定代词 τίς 用作表语,构成挑衅性的习惯表达“若你真是个人物 / 若你真有本事”。此处并非询问其身份是否存在,而是在质疑和挑战他作为英雄的胆识与实力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.432-11.501