← 斯密那的昆图斯

荷马史诗续集

§11.73-11.142

两军的厮杀与阿波罗激励埃涅阿斯

在描写被斩落的手臂之后,奥德修斯、透克洛斯与欧律阿罗斯等双方将士展开了惨烈的厮杀。阿波罗随后化身先知波吕墨斯托耳现身,鼓励并肩奋战的埃涅阿斯与欧律玛科斯,告知他们已被注定得享长寿,当无所畏惧地投入战斗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
73

μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,

徒然无功;因为那战士已无法驱使其行动,

ἀλλʼ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος

它只是徒劳地抽搐,

75

οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται,1 οὐδέ οἱ ἀλκὴ

宛若凶猛毒蛇断落的尾巴仍在跳动,

ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·

却已无力量投入险阻的劳作去追击伤它的人;

ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν

正是如此,那刚勇之人的右手虽欲向着长矛奋战,

ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.

然而力量却不再相随。

αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον

接着奥德修斯斩杀了埃诺斯与波吕伊多斯,

80

ἄμφω Κητείους, τὸν δούρατι, τὸν δʼ ἀλεγεινῷ

二人皆为客忒伊人,他以长矛诛戮其一,

ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα

以痛苦的宝剑诛戮另一人。斯忒涅罗斯掷出标枪击杀了高贵的阿巴斯;

αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ

枪尖径直穿透他的喉管,

ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·

刺入痛苦的后颈大筋;

λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.

这夺去了那人的性命,摧折了他所有的关节。

85

Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δʼ Ἀγαμέμνων,

堤丢斯之子击杀了劳多科斯,阿伽门农击杀了墨利奥斯,

Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ

德伊福玻斯击杀了德律阿斯与阿尔基摩斯;

Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,

阿革诺尔则剥取了显赫的希帕索斯的甲胄,

ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ

他来自珀纽斯河畔;

θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.

然而他未能报答父母亲切的养育之恩,因为神明摧折了他。

90

ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,

在那里托阿斯制服了拉罗斯与勇猛的吕恩克斯,

Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,

墨里奥涅斯斩杀了吕孔,

ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε

墨涅拉奥斯则击杀了阿耳基洛科斯,

πέτρην θʼ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι

此人曾居住在科律基亚的山脊与明哲的赫淮斯托斯岩峰之下,

θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ

那处岩峰对凡人而言乃是一大奇观;因为白昼黑夜,

95

ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

那上面皆燃烧着不知倦怠、永不熄灭的火焰;

φοίνικες θαλέθουσι, φέρουσι δʼ ἀπείρονα καρπόν,

周围棕榈树郁郁葱葱,结出累累硕果,

ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που

树根与岩石一同在烈焰中灼烧;

ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην

这无疑是长生不老的神明为令后世之人得见而创造的奇景。

100

ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·

透克洛斯敏捷地准备用箭射击正冲杀而来的高贵之希波墨冬之子墨诺忒斯;

καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν

他凝注心神、双手与双眼,

ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δʼ ἀλεγεινὸν

引导利箭离开弯曲的兽角弓;

ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὕπο νευρὴ

箭矢带着痛苦从迅疾的手中飞向那人,

εἰσέτι που κανάχιζεν·2 ὁ δʼ ἀντίον ἀσπαίρεσκε

弓弦在其下犹在鸣响;他正面中箭倒地抽搐,

105

βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ

因为命运女神与飞箭一同直入心脏要害,

καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν

凡人的心智与力气正居于此处,

καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.

而通往死亡的道路何其迅疾。

Εὐρύαλος δʼ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς

欧律阿罗斯以雄浑之手向远处掷出一块巨石,

λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας·

震动了特洛伊人迅疾的方阵;

110

ὡς δʼ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς

正如守望田野之人因长声鸣叫的灰鹤而发怒,

οὖρος ἀνὴρ πεδίοιο μέγʼ ἀσχαλόων ἐπορούσῃ,

极度恼怒地冲上前去,

δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια

以飞快的手将牛皮索在头顶飞旋,

λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δʼ ὑπὸ ῥοίζῳ

迎面掷出石块,

ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,

在呼啸声中驱散了展布于空中的长列,鹤群四散溃逃,

115

ἄλλη δʼ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι

彼此拥挤奔突,发出响亮的阵阵鸣叫,

κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι·

而此前它们本依秩序前行;

ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν

敌军亦正是如此惊惧于强健的欧律阿罗斯掷出的骇人飞石;

ὀβρίμου Εὐρυάλοιο· τὸ δʼ οὐχ ἅλιον φέρε δαίμων,

神明未使其落空,

ἀλλʼ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος

它连同头盔将健壮的墨勒斯头颅在眼眶处砸碎;

120

θλάσσε περὶ γλήνῃσι· μόρος δʼ ἐκίχανεν ἀρητός.

可憎的死期遂临于其身。

ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα·

战士们相互诛杀,大地四处回荡着呻吟;

ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο

正如狂暴无垠的风暴骤然倾泻,

λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα

在沉重轰鸣的狂飙中,

δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα

广阔森林中的参天大树连根拔起倒伏各处,

125

ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·

周遭大地皆为之震响;他们亦正是这般跌扑在尘埃之中,

ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη

兵刃铠甲发出巨大的铿锵之响,

ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ

大地周围剧烈震荡;然而他们仍专注于残酷的混战,

ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.

在彼此之间降下灾厄。

καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλωνἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·

此时俊美的阿波罗走近埃涅阿斯与安忒诺尔之睿智的儿子欧律玛科斯身边;

οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς

二人正如套在车辕下同龄的一对健壮耕牛,

ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ

在战阵中极为紧密地并肩站立,

δοιοὶ ὁμηλικίη κρατεροὶ βόες,3 οὐδʼ ἀπέληγον

抗击强悍的阿开奥斯人,未尝从搏杀中退却;

ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν

神明化身为先知波吕墨斯托耳的模样,

135

μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ

迅即向他们进言,

γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο·

此人乃昔日一位母亲在克珊托斯河畔为远射之神所生的侍奉者:

Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν

欧律玛科斯与埃涅阿斯,神明的后裔,

ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς

你们向阿耳戈斯人退让绝非体统;

ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,

因为若你们愿在混战中厮杀,

140

ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι

即便强悍的阿瑞斯亲自迎战你们也决讨不到便宜,

μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.

盖因命运女神已为你们二人纺出了漫长的寿命终点。

ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·

言罢,他便与风相融,消失无踪。

语法注3 条
  1. 11.74ἅτε βλοσυροῖο δράκοντος οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται

    由连词 ἅτε 引导主格名词 οὐρή 与分词 ἀποτμηθεῖσα,并支配限定动词 ἀναπάλλεται 的明喻句。此句用以阐明前文的 μαψιδίως... ἤσπαιρεν,将断尾的反射性抽动比拟赫罗斯被斩落的右臂无意识的抽搐动作。

  2. 11.103τῷ δʼ ὕπο νευρὴ εἰσέτι που κανάχιζεν

    介词 ὕπο 既可视为支配与格代词 τῷ(指箭矢),亦可作副词用,表示射箭动作发生下方或随后的情景,意即“箭矢射出之际,其下的弓弦仍在铮铮作响”,生动表现出发箭瞬间的紧迫时序。

  3. 11.133δοιοὶ ὁμηλικίη κρατεροὶ βόες

    阴性抽象名词 ὁμηλικίη(意为“同龄”)在此作述语性或内同位语用法,修饰 δοιοὶ... κρατεροὶ βόες,意为“两头同龄的健壮公牛”。以此形象地比喻两位将领在车轭般的战场中并肩迎敌、步调一致的英姿。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.73-11.142