- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.143-11.215
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃涅阿斯与欧律玛科斯受阿波罗激励发起猛烈反攻,重创阿开奥斯军令其溃逃,阿革诺尔斩断御者之手,埃涅阿斯斩杀艾萨利得斯,战局演变为单方面的屠戮。
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
他们在心中领会了神明的威能;
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
因为无尽的勇气随即注入他们体内;他们胸中的怒气狂暴如焚,
θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
宛若凶猛的黄蜂般猛扑向阿耳戈斯人。
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν
那些黄蜂满腔怒火地袭击蜜蜂,
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
一旦看见它们在秋日干枯的葡萄串周围飞舞,
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
或是自蜂巢中蜂拥而出;
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
特洛伊的勇士们亦正是如此敏捷地扑向善战的阿开奥斯人;
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
漆黑的死命女神为鏖战的众人而喜悦;
μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ
阿瑞斯放声大笑;厄纽奥发出骇人的呼喊;
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
闪烁的甲胄在他们周身轰然作响。
οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
他们以不知疲倦的双手斩戮无数敌阵;
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
众人纷纷倒下,
αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
恰如盛夏温暖时节的麦捆,
ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες1
敏捷的收割者分段划定无垠田野上的漫长畦亩,
δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
飞快地将其刈倒;
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
千百方阵正如此在他们手下崩溃倒伏;
μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
大地各处堆满尸首,血流成渠;
αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
纷争女神见濒死之人心中大喜;
ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
他们绝未止息恶战,
ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζηςλευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
反如群狮扑向羊群般猛攻;而那些双足尚存未折损气力之人,
φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
则满心只念及凄惨的溃逃,逃离毁灭性的战场。
υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
睿智的安喀塞斯之子始终尾随敌人身后,
δυσμενέων μετόπισθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
以长矛刺穿其后背,
Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
欧律玛科斯则从另一侧猛击;
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
自高处俯瞰的远射之神阿波罗不朽的心灵甚感快慰。
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
正如当肥猪在麦捆尚未被收割者割倒之前闯入干枯的庄稼地时,
ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
有人驱使强壮的猎犬迎面扑去,
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
群猪见猎犬奔来无不战栗,再也无心进食,
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
全数仓皇陷入痛苦的溃逃,
πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
猎犬迅疾追上其后蹄,自背后无情撕咬,
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
猪群发出凄厉的嚎叫四散奔逃,
μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
而田庄的主人则怡然自得;
ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
福玻斯目睹庞大的阿耳戈斯大军逃离战场时亦正是这般欢喜;
φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
因为他们再也不顾战士的壮举,
ἔργʼ ἀνδρῶν μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν
只向诸神祈求双腿能迅速奔跑;
ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστουἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
唯有在双足之中尚存生还的希望;
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
因为狂怒的欧律玛科斯与埃涅阿斯以及他们的同袍正挺矛猛扑所有人。
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
此时一名阿耳戈斯人,
ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
或是极度依仗自身勇力,
φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
或是由于一心欲令其灭亡的命运女神之意志,
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
勒住了正从惨烈战场上逃跑的战马,急欲将其扭转向混战,
ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ
以便直面迎敌;
παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν
然而勇悍的阿革诺尔抢先一步,
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου
以双刃牛斧斩断了他带来剧痛的手臂肌肉;
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
负伤手臂的骨骼屈服于精铁的威力;
ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα·
周围的筋腱被轻易削断;血管中喷涌出鲜血;
ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς
鲜血泼洒在马颈之上;
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
他本人随即跌翻在尸堆之中;
στερρὸν ἔτʼ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,2
但他那只强壮的手依然紧紧附在弯曲的手缰之上,宛如活人时一般;
οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
这成了一大奇观,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα
因为那只鲜血淋漓的手挂在缰绳上,
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
遵照阿瑞斯的旨意令敌人心惊胆战;
φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.3
你会说它仿佛仍在渴望施展驭马之术。
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
战马带着它作为已死主人的标志。
Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶΑἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
埃涅阿斯以长矛掷击艾萨利得斯的腰部上方将其制服;
ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
矛尖自肚脐旁穿透而出,带出了脏腑;
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
他倒伏在尘埃中,双手紧抓着矛尖与肠子,
δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας
发出可怖的呻吟,咆哮着用牙齿紧咬大地;
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
生命与苦痛就此离开了他。
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
阿耳戈斯人如牛群般惶恐溃散。
οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
正如在轭与犁下奋力劳作的牛群,
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
贪嗜鲜血的牛虻以修长的吸管刺击其肋腹,
αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες
牛群暴躁难耐,远远逃离农活,
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρ
而农夫则为之痛心,
ἀμφότερον πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί,
既承受着劳累之苦,又为耕牛战栗不已,
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρουκέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
唯恐后方冲来的犁铧那无情的精铁触碰牛足而割断其筋腱;
ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν
达奈俄斯人亦正如这般惊恐溃逃,胸中痛苦万分。
- 11.157θοοὶ χέρας ἀμητῆρες
χέρας 是限定/关系宾格(accusative of respect),修饰形容词 θοοί,意为“在手上动作敏捷的收割者”。
- 11.195στερρὸν ἔτʼ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ
ἐμπεφυυῖαν(ἐμφύω 的完成时主动态分词阴性单数宾格)修饰 χεῖρα。动词 ἐμφύω 通常接 ἐν 与与格,此处直接支配属格 ἐϋγνάμπτοιο χαλινοῦ,表示紧密附着或紧握的对象。
- 11.199φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.
φαίης κεν(第二人称单数潜在祈愿语气,相当于 ἄν + 希求法)表示假设或或然判断(“你会说/人会以为”)。不定式 πονέεσθαι 的逻辑主语为阴性宾格分词 χατέουσαν,指代前文被斩断的手(χεῖρα)。
