← 斯密那的昆图斯

荷马史诗续集

§11.1-11.72

帕里斯死后的城外激战与将领交锋

帕里斯死后城外激战依然持续,涅俄普托勒摩斯、埃涅阿斯、菲洛克忒忒斯、波吕达玛斯与欧律皮洛斯等人接连斩杀敌方勇士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδʼ ἐδύναντο

特洛伊的妇女们在城中悲泣呻吟,却无法前往坟茔,

ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθʼ ἔκειτο

因为它距离陡峭的城池甚为遥远;

ἄστεος αἰπεινοῖο· νέοι δʼ ἔκτοσθε πόληος

而在城外,年轻的战士们正无休止地拼杀。

νωλεμέως πονέοντο· μάχη δʼ οὐ λῆγε φόνοιο,

尽管亚历山大已经倒下,

5

καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκʼ Ἀχαιοὶ

杀戮的战斗却未曾停歇,

Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ

因为阿开奥斯人正向着城邦向特洛伊人猛冲,

τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·

特洛伊人自身也在必然之势的驱使下走出了城墙。

ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ

委实,在他们当中,

στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,

纷争女神厄里斯与带来呻吟的厄纽欧四处穿梭,面貌宛若可怖的复仇女神,

10

ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·

双双自口中喷吐出毁灭性的厄运。

ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι

在他们周围,怀着残忍心肠的死神克瑞斯们疯狂肆虐;

ἀργαλέως μαίνοντο· φόβος δʼ ἑτέρωθι καὶ Ἄρης

在另一处,

λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος

溃退之神福波斯与阿瑞斯正鼓动着军队;

φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες

恐慌之神德伊莫斯则紧随其后,浑身溅满血污,

15

οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται·

凡人目睹于他,或心生勇武,或畏缩溃逃。

πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλεʼ ἀνδρῶν,

四面八方,标枪、长矛与凡人的箭矢纷飞迸射,

ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·

渴望着残酷的杀戮。

ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,

在消灭男儿的混战中,双方相互拼杀,

μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.

逼近鏖战的人群周围响起了震天的轰鸣。

20

Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,

此时,涅奥普托勒摩斯斩杀了劳达玛斯,

ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,

此人曾在吕客亚那美丽的克珊托斯河畔长大;

ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισιΛητὼ δῖʼ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι

这道河流昔日乃是轰鸣的宙斯之神圣妻子勒托,

τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο

在神圣分娩中承受着难以忍耐的阵痛煎熬之际,

25

θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ

在那剧烈催生的阵痛苦楚中,

δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.1

亲手撕裂显赫的吕客亚之崎岖土地而显现给凡人的。

τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆταδουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς

紧接着,他又在厮杀中用长矛刺穿尼罗斯的下颌将其杀死;

γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν

青铜枪尖贯穿了他的口腔与发声的舌头。他咆哮着咬住长矛无可抗拒的矛头,

30

ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι

发出呻吟时鲜血顺着他的下颌涌流;

φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ

在强有力的手臂神力之下,

ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε

那令人呻吟的长矛将他击倒于大地之上,

δευόμενον θυμοῖο. βάλεν δʼ Εὐήνορα δῖον

他已失去魂魄。

τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ

随后他又刺中高贵的欧厄诺尔的侧腹略上方,将矛尖径直刺入肝脏中央;

35

αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.

痛苦的灭顶之灾立时降临在他身上。

εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσεΜαινάλου ὄβριμον υἷα, τὸν Ὠκυρόη τέκε Νύμφη

他又击杀了伊菲提翁,制服了迈纳罗斯的健壮之子希波墨冬,

Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε

此人乃是水仙奥克罗厄在桑加里奥斯河畔所生;然而母亲未能迎回归来的他,

δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε

凶恶的死神残忍地从她怀中夺走了儿子,

40

παιδὸς ἀνιηρῶς, μέγα δʼ υἱέος ἔμβαλε πένθος.

将巨大的丧子之悲降加于她。

Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,

埃涅阿斯斩杀了布雷蒙与安德洛玛科斯,

ὃς τράφη ἐν Κνωσσῷ, ὁ δʼ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·

一人长于克诺索斯,另一人长于圣洁的吕克托斯;

ἄμφω δʼ εἰς ἕνα χῶρον ἀπʼ ὠκυπόδων πέσον ἵππων·

两人从疾驰的战马上一同坠落于同一处地面。

καί ῥʼ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷλαιμόν, ὁ δʼ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα

一人被长矛刺穿喉咙抽搐挣扎,

χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς

另一人则被一只强有力的巨手掷出的悲鸣飞石击中痛苦的太阳穴根基而气绝身亡,

βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.

黑色的宿命吞噬了他。

ἵπποι δʼ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε

战马受惊狂奔,脱离了驭手,

φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·

在重重尸骸中乱窜;

50

καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο

无可挑剔的埃涅阿斯的仆从们将它们捕获,

μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.

为称心的战利品在心中欢喜。

ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷφεύγοντʼ ἐκ πολέμοιο· διέθρισε δʼ ἀγκύλα νεῦρα

这时菲洛克忒忒斯用致命的利箭射中了正在逃离战场的佩剌索斯;

γούνατος ἐξόπιθεν, κατὰ δʼ ἔκλασεν ἀνέρος ὁρμήν·

箭矢切断了他膝盖后方弯曲的筋腱,折断了那男人的冲势;

55

καὶ τὸν μὲν Δαναῶν τις ὅτʼ ἔδρακε γυιωθέντα

一名达那奥斯人见他残废倒地,

ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας

便飞奔上前挥剑斩向他痛苦的颈腱,

ἀλγινόεντα τένοντα· κόλον δʼ ὑπεδέξατο γαῖα

割下了他的头颅;大地承受了残缺的躯干,

σῶμα· κάρη δʼ ἀπάτερθε κυλινδομένη πεφόρητο

而被斩断的头颅在地上翻滚,

φωνῆς ἱεμένοιο·2 ταχὺς δʼ ἅμʼ ἀπέπτατο θυμός.

仍欲发出声响,而他的魂魄已然迅速飞散。

60

Πουλυδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,

波吕达玛斯用长矛刺倒了克勒翁与欧律玛科斯,

οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι

他们来自叙墨,

ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι

隶属于主君尼柔斯麾下,

αἰνοῦ ὑπʼ ἀγκίστροιο, βαλέσθαι τʼ εἰς ἅλα δῖανδίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς

两人皆精通以可怕的鱼钩巧设诱饵欺骗鱼群,精通向神圣的大海撒网,

65

ἰθὺ καὶ αἶψα τρίαιναν ἐπʼ ἰχθύσι νωμήσασθαι·

精通在船上以灵巧的双手笔直而迅捷地挥动三叉戟叉鱼;

ἀλλʼ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.

然而彼时出海的技艺对他们免遭祸难毫无用处。

Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον,τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ

坚守战阵的欧律皮洛斯斩杀了光彩夺目的赫罗斯,

Κλειτὼ καλλιπάρῃος· ὁ δʼ ἐν κονίῃσι τανύσθη

其母双颊秀丽的克勒托曾在居盖亚湖畔生下了他。他面朝下俯卧在尘埃之中;

70

πρηνής· τοῦ δʼ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν

而那只被凶残的宝剑从健壮的肩膀上砍断的手臂,

ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ

仍欲在混战中举起长矛,

χεὶρ3 ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι

与长矛一同掉落在他身旁的不远处。

语法注3 条
  1. 11.26ὅσην ὠδῖνες ἔγειρον

    关系代名词 ὅσην 在句中起相关从句的作用,指涉先行词 ἀνίῃ(痛苦、折磨)的程度;尽管主句中的 ἀνίῃ 为与格,但 ὅσην 在其自身从句中作 ἔγειρον 的直接宾语,因而呈阴性单数宾格(意为“如同阵痛所激起的那般剧烈的痛苦”)。

  2. 11.59φωνῆς ἱεμένοιο

    形态上为阳性属格单数的现在分词(中动态)。在语法上,它作依附于主格名词 κάρη(头颅,此处如 κυλινδομένη 所示为阴性)的所属属格,指代被斩首的战士本人(佩剌索斯)。属格 ἱεμένοιο 支配宾语 φωνῆς(声音),形象地描绘出滚落的头颅仍属于一个“极力想要发出声音”的人。

  3. 11.71κεκομμένη ἄορι λυγρῷ χεὶρ

    两个主格主语 δόρυ ... μακρὸν(长矛)与 κεκομμένη ... χεὶρ(被砍断的手臂)以无连词并列的方式共用单数动词 κάππεσε(坠落,由 ὁμῶς“同样、一同”相呼应),其中 δόρυ 与 μακρὸν 分置 κάππεσε 两侧构成离隔结构(hyperbaton),而 χεὶρ 则在修饰成分之后跨行延后置于下一行行首。全句的核心句法结构为:被凶残的宝剑从健壮肩膀上斩断的手臂,与长矛一同掉落在他身旁不远处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.1-11.72