- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.359-11.431
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
依照奥德修斯的谋略,阿开奥斯人组成紧密的龟甲盾阵逼近特洛伊城墙,但埃涅阿斯在阿瑞斯的助威下投下巨石砸破盾阵,在战场上大显神威。
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
依照他巧妙的心智,他们为阿瑞斯的激战
ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων
整备盾牌,将盾牌重叠置于头顶之上;
θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσεν ἁρμῇ·
整座盾墙宛如以单一接缝紧密咬合。
φαίης κεν1 μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
你定会说那是殿宇密集相扣的覆顶防壁,
πυκνόν, ὅ τʼ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
无论是湿润呼啸之风的狂暴冲击,
ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος·
还是来自宙斯的滂沱暴雨,都无法穿透;
τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
阿耳戈斯人的战列正是如此以牛皮盾密密遮蔽,
καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκὴν
浑然筑牢。他们凝结为一,
εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
怀着一致的勇气以图御敌。 从上方,特洛伊的儿子们投下巨石;
βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης
那些巨石却如同自险峻山岩滚落一般,跌落在坚实的地面上;
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρακαὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
许多矛木、带来呻吟的箭矢与带来剧痛的标枪
πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθενμαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
刺入盾牌之中,有的则插在泥土里,还有许多在四面遭受飞弹击打之际偏折,
πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
在远处徒然飞散。 但他们丝毫不畏惧那无尽的巨响,
ἄσπετον, οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
亦未曾退缩,
δοῦπον· ἄνω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν
恍若听闻细雨的滴答声般不为所动。 他们齐步向前推进至城墙之下;他们中无一人
νόσφιν ἀφειστήκει· συναρηράμενοι δʼ ἐφέποντο,
离开队伍退避一旁;而是彼此紧扣相随,
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
宛如在寒冬当中克罗诺斯之子自最高以太之上
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
长长延展铺开的阴沉乌云。
πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος, καναχή θʼ ὑπὸ ποσσὶ
行进者的队伍周围爆发出一阵阵巨大的轰鸣,脚下亦踏出嘈杂的步点;
νισσομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται
微风从远处卷起青年身后
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
贴着地面微微腾起的尘埃;
αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή,οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
四下里回荡着纷杂的叫喊声,宛如蜜蜂在蜂巢周围喧嚣盘旋;
ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν
粗重的喘息大量散发出来,
λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δʼ ἄρα θυμῷ
呼出的热气笼罩着整支队伍。 阿特柔斯之子们在心中无尽地欢悦,
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
在周围傲然自得,
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·
目睹着这道抵御残酷战争的不动防壁。
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
他们结成紧密的队形冲向神裔普里阿摩斯的城门,
ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι
企图以双刃战斧劈开高大的城墙,
ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαιθαιρῶν ἐξερύσαντες· ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ
并将门枢拔起、将城门掀翻在地;
ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
他们卓越的计谋曾寄托着宏大的期望。 然而,牛皮盾牌与迅捷的战斧都未能助他们成功,
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
因为埃涅阿斯的刚勇神力,热切地投掷下一块
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
紧扣其双手的巨大岩石,以残酷的宿命击溃了
ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
那些被他压在盾牌之下的战士;正如在群山之中,
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι
崩塌峭壁的威势将山峰下吃草的山羊砸碎,
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντοςαἶγας,2 ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται·
在近旁四下吃草的山羊全都恐惧战栗;
ὣς Δαναοὶ θάμβησαν· ὁ δʼ εἰσέτι λᾶας ὕπερθεν
达奈俄斯人亦是如此惊骇。而他仍从上方
βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
连续不断地投下巨石,战阵彻底陷入溃乱。
ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὺς
恰如奥林匹斯的居于天上的宙斯,在群山间以雷鸣和冒烟的霹雳,
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
将聚合在单一顶峰周围的峰峦向四面轰碎,
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
群羊四下战栗,四散奔逃;
ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται·
阿开奥斯人的儿子们亦正是如此退缩恐惧,因为埃涅阿斯
ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν
迅速摧毁了他们由不倦盾牌筑成的战争掩体,
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
因为神明赐予了他无限的力量;
ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ
在交锋中他们无一人有力量将目光投向他,
κάρτος ἀπειρέσιον θεὸς ὤπασεν· οὐδέ τις αὐτῶν
因为在他强壮的肢体周围,闪烁着宛如神奇闪电般的铠甲;
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,οὕνεκά οἱ μάρμαιρε3 περὶ βριαροῖς μελέεσσιτεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
可怕的阿瑞斯身覆幽暗立于他身旁,
δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
笔直地导引着所有的飞弹,
ἢ μόρον ἢ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα·
将死亡或可怕的恐惧降在阿耳戈斯人头上。
μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
他展开搏杀,正如奥林匹斯的天上宙斯本人在盛怒中
ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
歼灭狂傲可怖的巨人部族,
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
震撼了无垠的大地、忒堤斯、大洋与天空,
Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃγυῖʼ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς·ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες
阿特拉斯的身躯在不倦宙斯的冲击下四处震颤;
Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
阿耳戈斯人的战阵正是在埃涅阿斯的打击下于激战中分崩离析。 因为他满怀对敌人的愤怒,在城墙各处奔走,
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν
将赶赴激战途中所遇到的一切抛掷出手,
πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
因为在坚守战阵的达耳达诺斯人的城墙上,
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
堆放着极多抵御恶战的防御武器;
κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
埃涅阿斯凭借巨大的神力狂怒发威,
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
正用这些武器阻挡住敌军的庞大部队;在他周围
δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
特洛伊人备受鼓舞;凶险的灾祸笼罩着城池周围的所有人;
Τρῶες καρτύναντο· κακὴ δʼ ἔχε πάντας ὀϊζὺς
阿开奥斯人与特洛伊人中皆有许多人阵亡;
ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶνἠδʼ ἄρα καὶ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν,
双方爆发出巨大的呼喊,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
埃涅阿斯一边向热爱战斗的特洛伊人发号施令
- 11.362φαίης κεν
由第二人称单数祈愿语气 φαίης 与语气小词 κεν 构成的潜在祈愿语气,意为“人们或许会说/你定会说”,是史诗中引入生动明喻或深刻场景描写的定型程式。
- 11.396εὖτʼ ἐν ὄρεσσι φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος αἶγας
在明喻引导从句中,主语短语 βίη κρημνοῖο ῥαγέντος(崩塌峭壁的威势)缺少与主句动词 δάμασσε 或 κατέμαρψεν 相对应的明确动词谓语;宾格名词 αἶγας(山羊)与分词 φερβομένας 一道直接承接该隐含的压碎/摧毁动作。
- 11.405οὕνεκʼ ἄρʼ αὐτῶν Αἰνείας συνέχευε... οὕνεκʼ ἄρʼ αὐτῷ κάρτος ἀπειρέσιον θεὸς ὤσασεν... οὕνεκά οἱ μάρμαιρε
表示原因的连词 οὕνεκα 连续出现三次。第一个 οὕνεκα 引导主句中阿开奥斯人畏缩退却(ὑπέτρεσαν)的直接原因(埃涅阿斯摧毁了盾阵);第二个从句进一步补充其原因(神明赐予其无限神力);第三个从句则解释紧随其后的主句“无人有力量直视他”(οὐδέ τις ... ἔσθενέ ... ὄσσε βαλέσθαι)的原因(甲胄如闪电般辉耀)。
