← 斯密那的昆图斯

荷马史诗续集

§11.285-11.358

埃涅阿斯获救与城墙攻防战

阿佛洛狄忒自战场救出埃涅阿斯,溃败的特洛伊军退入城中。次日清晨,希腊联军向特洛伊各城门发动强攻,与凭楼据守的特洛伊英雄们展开殊死争夺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
285

Παλλάδος ἐννεσίῃσι1 δαΐφρονος, ἥ ῥα μολοῦσα

依照足智多谋的帕拉斯的指引——她亲临战场近旁,

ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν

极力襄助阿耳戈斯人,

ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.

渴望荡平普里阿摩斯的名城。

καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δῖʼ Ἀφροδίτη,ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,

就在那时,当亚历山大阵亡时曾失声痛哭的光彩照人的阿佛洛狄忒,

290

αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης

亲自将荣耀的埃涅阿斯迅速从战争与毁灭性的混战中抢救出来;

ἥρπασεν ἐσσυμένως· περὶ δʼ ἠέρα χεύατο πουλύν·

并在他周围洒下浓浓的雾霭;

οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ

因为对那人而言,

μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.

命中注定不再能于险峻的城墙前在混战中与阿耳戈斯人厮杀。

τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειανἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,

为此,她极其避忌那全心渴望救助达奈俄斯人的睿智的特里托革尼亚,

μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός·2 οὐδὲ γὰρ αὐτοῦ

唯恐那女神甚至会违抗宿命而取他性命;

φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.

因为那位女神此前甚至未能饶恕远为强大的阿瑞斯本人。

Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,

特洛伊人不再坚守在交锋的最前线,

ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·

而是怀着惊骇的心情向后退缩;

300

ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν

因为阿耳戈斯人宛如嗜食生肉的野兽般猛扑向他们,

ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.

狂热地沉溺于战事之中。

τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι

随着特洛伊人纷纷倒下,河流与平原堆满了尸骸;

καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν

因为许多兵士与战马成堆地倒伏在尘埃之中;

ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο

被击中者的许多战车倾覆散落;

305

βαλλομένων· πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα

无尽的鲜血如暴雨般四处流淌;

ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.

因为毁灭性的命运正笼罩着混战。

καί ῥʼ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσικεῖντο παρʼ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι

被利剑或岑木长矛刺穿的人们彼此倒在一起,

δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης

宛如被抛散的木料——恰如在巨响轰鸣的海滩上,

310

ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων

人们将巨大的缆索从精心打造的木销上解开,

λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην

散开高大筏木的长长木材与横梁,

ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς

宽阔的海滩处处被堆满,

αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·

黑色的波涛不断拍击着它们;

ὢς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες

他们正是如此倒伏在尘埃与鲜血中被残杀,

315

κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.

遗忘了充满悲泣的战阵呐喊。

παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα

少数逃脱无情交战的人潜入城中,

δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος

避开了沉重的灾难;

τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.

他们的妻子和儿女从他们血迹斑斑的身躯上接下所有沾染污秽血污的铠甲。

320

πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ

为所有人备好了热汤沐浴;整座城池中,

ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν

医者们穿梭于受伤勇士的居所,

οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται.

忙碌地奔走以救治伤员。

τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας

妻子和孩子们围绕着自战阵归来的人痛哭哀叹,

ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·

又为许多未能归来的人高声啼呼;

325

καί ῥʼ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ

有的人心中遭受剧烈痛苦的打击,

κεῖντο βαρυστενάχοντες ἐπʼ ἄλγεσιν· οἱ δʼ ἐπὶ δόρπον

因伤痛而沉重地呻吟倒卧;有的人在辛劳之后转去用晚餐;

ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι

迅捷的战马对着草料大声嘶鸣不已;

φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δʼ Ἀχαιοὶ

在另一边,

πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο.

阿开奥斯人亦在棚舍与船只旁承受着与特洛伊人相同的辛劳。

330

ἦμος δʼ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς

当黎明驱赶着闪烁光芒的骏马驶过大洋的流水、

ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν,

凡人的各个部族苏醒之时,

δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,

勇武的强盛阿耳戈斯人之子中,

οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,

一部分人向着普里阿摩斯的险要城池进发,

οἱ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι

另一部分人则与负伤的将士一同留守在棚舍之中,

335

μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς

唯恐沉重凶恶的敌军扑来并夺取船只、

νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δʼ ἀπὸ πύργων

从而给特洛伊人带来恩惠;

μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει.

特洛伊人从城楼上向阿耳戈斯人发起战斗;沉重的苦战爆发了。

σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς

在斯开亚门前,

μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ· τοὺς δʼ ἄρʼ ὕπερθε

卡帕纽斯之子正与神一般的狄俄墨得斯并肩作战;从上方,

340

Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτηςσύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς

坚守战阵的得伊福玻斯与强悍的波利忒斯同其余同袍一道,

ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν

以箭矢和投石阻挡他们;

βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τʼ ἀλεγεινὸν

战士们被击中的头盔与盾牌在四下回响,

αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.

它们正为年轻勇士挡去痛苦的死亡与无情的劫数。

345

ἀμφὶ δʼ ἄρʼ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσινυἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες

在伊达门周围,阿喀琉斯的儿子正展开猛烈的争夺;

Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι

精通于激烈交战的所有密耳弥多恩战士全都在他身旁奋战;

θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,

赫勒诺斯与刚勇的阿革诺耳在城墙上以数不尽的飞弹勇敢地击退他们,

350

Τρῶας ἐποτρύνοντες ἀνὰ μόθον· οἱ δὲ καὶ αὐτοὶ

并在激战中激励着特洛伊人;

προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.

他们自己亦在亲爱祖国的城壁周围竭力厮杀。

ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας

在通往平原并奔向飞驰战船的城门处,

νισσομένῃς3 Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντονωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο

奥德修斯与欧律皮洛斯正在不懈地奋战;

355

Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.

英武的埃涅阿斯自高耸的壁垒之上意气昂扬地以巨石阻击他们。

πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα

在西摩伊斯的流水旁,善使岑木矛的透克洛斯正承受着惨痛的劳苦;

Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.

在别处,另有人承受着磨难。

καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες

就在此时,在足智多谋的奥德修斯周围,荣耀的男儿们

语法注3 条
  1. 11.285Παλλάδος ἐννεσίῃσι

    原因或工具性与格,修饰前一段落末尾的主要动词 ὤρνυτο(“[勇力因帕拉斯的指引而]升起”)。其后紧随关系代词 ἥ,进一步说明雅典娜的介入与作为。

  2. 11.296μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός

    由表示回避与戒备的动词 ἀλέεινε 所统辖、使用虚拟式 ἕλῃ 的惧虑从句(“唯恐……”)。介词短语 ὑπὲρ κῆρας(“超越命数”)为荷马史诗传统的固定程式,表示对神祇强加违背既定命运之死亡的担忧。

  3. 11.352πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας νισσομένῃς

    阴性与格复数现在分词 νισσομένῃς 与与格名词 πύλῃσι 一致,构成处所与格结构(“在通往……的城门处”)。该分词统辖两个表示方向的介词短语 ἐς πεδίον 与 ἐπὶ νῆας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.285-11.358