← 斯密那的昆图斯

荷马史诗续集

§1.607-1.680

珀耳忒西勒亚之死与阿喀琉斯的悔恨

阿喀琉斯以一矛同时刺穿珀耳忒西勒亚及其坐骑,并在其尸身旁耀武扬威;然而当他揭开她的头盔时,其如神祗般的绝美面容令全体希腊人惊叹,亦使阿喀琉斯陷入痛悔。与此同时,阿瑞斯惊闻爱女战死,悲愤交加之下宛如惊雷自奥林匹斯山狂奔而降。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
607

τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο·1

她思量着埃阿科斯之子的毁灭性力量是否能被这些财物说服,

ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·

抑或他会因在心中顾念彼此同龄,

δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.

赐予这渴望逃生的女子生还之日。

610

καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρωσε βάλοντο.

她这般思忖,然而诸神却作出了相反的裁决。

τῇ γὰρ ἐπεσσύμενος μέγʼ ἐχώσατο Πηλέος υἱός,

珀琉斯之子飞扑而来,怒不可遏,

καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·2

立时将她连同脚踏狂风的战马之躯一同洞穿。

εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντοςσπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,

这恰似有人为了急备晚餐而在炭火之上用铁签穿刺内脏,

615

ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα

又似猎人在深山中掷出令人悲泣的投枪,

θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ

迅猛地贯穿牝鹿的腹部正中,

ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ

那强劲的枪尖径直飞穿,扎入高耸繁茂的橡树或松树的主干;

πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳἀντικρὺ διάμησεν ὑπʼ ἔγχεϊ μαιμώωντι

珀琉斯之子便是这般以渴望嗜血的长矛,

Πηλείδης· ἡ δʼ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ

将珀耳忒西勒亚连同她极其俊美的战马一并穿透。她刹那间混同于尘土与毁灭之中,

εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς

身姿端庄地倒卧于地面之上;

ᾔσχυνεν δέμας ἠΰ·3 τάθη δʼ ἐπὶ νηδύα μακρῷ

羞耻并未玷污她优美的身躯;她被长矛贯穿、

δουρὶ περισπαίρουσα, θοῷ δʼ ἐπεκέκλιτο ἵππῳ·

痛苦挣扎着趴伏在肚腹上,倚靠在飞驰的快马旁;

625

εὖτʼ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,

宛如耸立在深谷密林间、

ἥν τέ που αἰπυτάτην ἀνά τʼ ἄγκεα μακρὰ καὶ ὕλην,οἷ αὐτῇ μέγʼ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·

由大地作为自身极大的荣光在清泉之畔所滋养的极其巍峨的冷杉被严寒北风的狂暴之力所折断;

τοίη Πενθεσίλεια κατʼ ὠκέος ἤριπεν ἵππου

珀耳忒西勒亚亦是如此自飞奔的快马上跌落,

θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἀλκή.

尽管她姿容动人,其力量却已全然粉碎。

630

Τρῶες δʼ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,

特洛伊人眼见她在战阵中被诛杀,

πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο

颤栗着全军仓皇向城邦奔逃,

ἄσπετʼ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.

心中因巨大的哀伤而悲痛万状。

ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω

恰似在辽阔大海上狂风暴虐之时,

ναῦται νῆʼ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,

船员们失却了船只却侥幸逃脱灭顶之灾,

635

παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἁλὸς εἴσω,

在凄凉的苦海中饱经磨难后幸存的寥寥数人,

ὀψὲ δʼ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,

终于望见陆地与城邑近在眼前,

τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα

他们周身四肢因悲惨的辛劳而疲惫不堪,

ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς

自海水中挣扎而出,

ἠδʼ ἑτάρων, οὓς αἰνὸν ὑπὸ ζόφον ἤλασε κῦμα·

因船只与被巨浪驱入可怕幽暗之下的同伴而极度悲伤;

640

ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιοκλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα

特洛伊人从战阵中奔逃回城,

καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.

亦全都在为狂暴阿瑞斯之女以及在那悲惨交锋中殒命的士卒们痛哭哀号。

Τῇ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·

珀琉斯之子在她身上放声大笑,无比狂傲地自夸道:

κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,

“如今且躺在尘土中,充当恶犬与飞鸟的食粮吧,

645

δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο

可悲的女子!

ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα

是谁诱骗你前来与我为敌?你定曾自诩在诛杀阿耳戈斯人后凯旋归去,

οἰσέμεν ἄσπετα δῶρα παρὰ Πριάμοιο γέροντος

能从老迈的普里阿摩斯处获得无数珍宝;

κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα

然而不死的神明并未使你的这番妄念成真,

ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν

因我们在英雄中最为卓绝,

650

ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα

是达那奥斯人的巨大光明,

ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ

特洛伊人与你这命中注定罹难者的祸害;

καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν

因为阴暗的死神与你的心智唆使你抛弃妇人之劳作,

βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.

投身于就连男儿亦为之胆战心惊的征战。”

ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς

珀琉斯之子说罢,

655

ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·

便从飞奔的战马与凶悍的珀耳忒西勒亚身上拔出了梣木长矛;

ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.4

二者皆被一柄长矛贯穿致死,同时痉挛抽搐。

ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσανἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·

他自她头上取下那闪耀若太阳光芒或宙斯神采的头盔;

τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίηςἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα

尽管她扑倒在尘土与血泊之中,尽管她已然气绝,

καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες

但在秀美的双眉之下仍显露出俏丽的面容。周围的阿耳戈斯人见状无不惊叹,

Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.

因她宛若福乐的神明。

κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς

她身披甲胄躺在地上,

Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσιγυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·

恰似宙斯之女无倦的阿耳忒弥斯在长途山峦中射猎迅疾的雄狮致使四肢困倦而酣然入梦;

αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴνΚύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,

皆因美冠的塞浦路斯女神——勇悍阿瑞斯的伴侣——亲自令她在亡者之中亦令人赞叹,

ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ.

好给无瑕的珀琉斯之子招致些许痛楚。

πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες

众多战士祈愿有朝一日凯旋返家时,

670

τοίης ἧς ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι.

能得如此娇妻相伴于榻侧。

καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,

阿喀琉斯亦在自己心中承受着难以平复的煎熬,

οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν

悔恨自己将她斩杀,

Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος

未曾将这高贵的女子作为妻子领回骏马丰饶的普提亚;因为无论是身量还是姿容,

ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.

她皆无可挑剔且宛如不朽的女神。

675

Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς

阿瑞斯的心中亦因女儿而沉入哀痛,

θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο

神魂悲伤;他旋即从奥林匹斯山跃下,

σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,

恰似宙斯自其不竭之手所投下、

ὅν τε Ζεὺς προΐησιν, ὁ δʼ ἀκαμάτης ἀπὸ χειρὸς

鸣声轰鸣的骇人雷霆,

ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν

闪耀着疾冲向无垠的大海或大地,

680

μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος·

令巍峨的奥林匹斯山亦为之震撼颤动。

语法注4 条
  1. 1.607τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο

    首词与格代词 τοῖς 指代前文提及作为赎金的金银。连词 ἤν 与叠音不定过去时中被动语态祈愿式 πεπίθοιτο 连用,构成表达试探性希望或间接思量的结构(意为“思忖〔埃阿科斯之子的毁灭性力量〕是否能借这些财物被说服”)。

  2. 1.612καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου

    复合动词 συνέπειρεν(意为“同时刺穿、一并穿透”)支配直接宾格宾语 δέμας ἵππου,并附带表关涉/受损的与格代词 οἱ,形象地描绘出阿喀琉斯一矛将珀耳忒西勒亚与其坐骑同时贯穿的惨烈情景。

  3. 1.622εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς ᾔσχυνεν δέμας ἠΰ

    副词 εὐσταλέως(端庄地、齐整地)修饰分词 ἐριποῦσα(倒下),与后句“羞耻未玷污其身”相呼应。这表现了史诗中强调女性死时肢体得体、未因惨死而受衣衫不整之辱的传统美德与审美观念。

  4. 1.656ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες

    反复未完成式动词 ἀσπαίρεσκον(痉挛、挣扎)由双数主格 ἄμφω(二者)作主语。分词 δῃωθέντες 采用阳性复数,以呼应女性的珀耳忒西勒亚与阳性名词战马(ἵππος)构成的混合性复合主语。介词短语 ὑφʼ ἓν δόρυ 意为“在同一柄长矛之下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.607-1.680