- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.533-1.606
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿喀琉斯与埃阿斯击溃特洛伊军队,从容抵挡了珀耳忒西勒亚的长矛掷击。随后埃阿斯转攻特洛伊众人,阿喀琉斯一枪重创珀耳忒西勒亚,濒死的女王在继续抵抗还是求饶纳赎之间犹豫不决。
τῇσι δʼ ἔφʼ Ἀρμοθόην· ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα
在这些女子之后,他又斩杀了阿尔摩托厄;
σὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ
随后他与英勇的忒拉蒙之子一同扑向整支敌军;
πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
在二人手下,密集而坚固的方阵迅疾而轻易地崩溃了,
ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
恰似大风催逼之下,
οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.1
深山峡谷中茂密的森林倾覆于烈火之中。
τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλειαθῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
当勇武的珀耳忒西勒亚察觉到他们如野兽般在阴森的战阵中狂奔时,
ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
她径直冲向二人对面,
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
宛如丛林中凶残的母豹怀着致命的杀意,
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων
猛烈地摆动身躯,跃向迎面而来的猎人,
ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
而猎人们全副披挂,
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
倚仗长矛等候着扑来的猛兽;
ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
战士们亦如此举起长矛等待着珀耳忒西勒亚;
δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
随着二人的动作,
κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος
身上的青铜铠甲铮铮作响。英勇的珀耳忒西勒亚率先掷出长矛;
ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο
矛头刺中埃阿科斯之子的盾牌,
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·
却如击中磐石般碎裂弹开;
τοῖʼ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
智慧的赫淮斯托斯的不朽赠礼便是如此。
ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκονταΑἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
她手中又持另一根迅疾的标枪迎面瞄准埃阿斯,并对二人厉声威胁:
νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
“方才确有一支长矛自我的手中虚掷而出;但我料想,
ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε
不久便将以此矛毁灭你们二人的力量与气魄——你们自夸为达那奥斯人中最勇武之人;
ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
届时对于善驯良马的特洛伊人而言,
ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.
战事的困厄将大为减轻。
ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε,
来吧,在喧嚣的乱军中走近我,好让你们看清,
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
亚马逊人的胸膛中激荡着何等强大的威能。
καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς
因为我的血脉源自阿瑞斯;
γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
生我的绝非凡夫,而是对战吼贪得无厌的阿瑞斯本尊;
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.
因此我的力量远胜寻常男儿。”
ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος
她这番言语,心中放声大笑;随之掷出第二柄长矛;
δεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
然而他们二人却笑了,
Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
矛尖顿时击中了埃阿斯的全银护胫。然而,
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·2
尽管矛尖极力向前刺去,却未能穿透并触及他优美的肌肤;
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
因为命中注定,
δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
在战阵之中仇敌那带来哀鸣的锋刃绝不能与他的血液相融。
Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων
埃阿斯并未将这亚马逊女子放在眼里,
ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι
而是纵身跃入特洛伊人的阵列之中;
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
他将珀耳忒西勒亚单单留给了珀琉斯之子,因为他胸中的心智明晓,
ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
任凭她如何勇悍,
ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.
在阿喀琉斯面前不过如猎鹰爪下的鸽子般,只是轻而易举的事。
Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
她因长矛虚发而发出沉痛的叹息;珀琉斯之子便讥讽地对她说道:
ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
“妇人啊,你夸耀着虚妄的言辞,
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
竟敢渴望与我们交战而来到面前,
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
而我们乃是凡间大地上最为卓越的英雄;
εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
我们自负承继了雷霆之神克罗诺斯之子的神圣血脉。哪怕是敏捷的赫克托尔,
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
即使在远处看见我们冲入惨烈的战场,
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
也常常胆战心惊;而我的矛尖斩杀了他,
καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
任凭他勇力过人。然而你却在心智中全然发狂,
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
竟胆大妄为地在今日对我们二人威胁死亡。但你的终局之日顷刻便将降临;
οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
因为即使是你父亲阿瑞斯本尊,亦无法从我手中将你救出;
ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
你必将偿付悲惨的厄运,
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
犹如深山中的小鹿迎面撞上降服耕牛的雄狮。
ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
难道你尚未听闻,在克珊托斯河的激流之畔,
Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;
有多少人的肢体覆灭在我们双手之下?
ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
抑或是你即便有所听闻,福乐的神明也已夺去了你的心智与明辨,
καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
好让无情的命运死神将你吞噬?”
ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
说罢,
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
他以强健之手挺起喀戎精心打磨的噬人长矛冲杀向前;
αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
刹那间便刺中了勇武的珀耳忒西勒亚的右乳之上;
οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
黑血喷涌而出;
ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·
她的四肢顷刻瘫软,
ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
巨大的战斧从手中滑落;黑夜蒙蔽了她的双眼,
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
苦痛沉入她的心底。
ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
然而即便如此,她依然苏醒过来,
ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
眼见那敌手正欲将她从快马之上扯落;
ὥρμηνεν δʼ ἢ3 χειρὶ μέγα ξίφος εἰρύσσασα
她心中思量,究竟是手拔巨剑,
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
静候飞速冲杀而来的阿喀琉斯之猛攻,
ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα
抑或是迅疾自神速的骏马上跃下,
λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
向这位高贵的男子屈膝求饶,
χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
并当即向他许诺充裕的青铜与黄金——即便某人极其勇悍,
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
这些东西亦能温热凡人的心肠,
- 1.537ἐπισπέρχοντος ἀήτεω
由分词 ἐπισπέρχοντος 与名词 ἀήτης 的伊奥尼亚方言单数属格形式 ἀήτεω 构成的属格独立结构,表伴随状况(“狂风催逼之下”),修饰喻体中密林在峡谷中遭烈火吞噬的场景。
- 1.565ἐπειγομένη περ ἱκέσθαι
阴性主格单数分词 ἐπειγομένη 在性数上与语法主语 αἰχμή(枪尖)一致,配合让步小词 περ,将无生命的锋刃拟人化为“尽管急于刺入”。
- 1.601ὥρμηνεν δʼ ἢ ... ἢ
动词 ὁρμαίνω(思量、踌躇)的过去式 ὥρμηνεν 支配表示二选一的连词 ἢ ... ἢ,分别引出并列的不定词 μεῖναι(究竟是迎击)与 λίσσεσθαι / ὑποσχέσθαι(抑或是求饶并许诺),构成人物内心两难抉择的思虑结构。
