- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.681-1.753
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战神阿瑞斯闻知女儿死讯欲行复仇,但被宙斯的雷霆震慑而退去;忒耳西忒斯因阿喀琉斯哀悼珀耳忒西勒亚的美貌而对其大加嘲讽,阿喀琉斯随即一拳将其击杀,全军称快。
τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ
战神阿瑞斯便是怀着这般的痛楚,
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
身披战甲疾驰过辽阔的天空,
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἐόντιαὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
因他听闻了自己爱女的可怖死讯;当他身在宽广的苍穹时,
κούρης αἰνὸν ὄλεθρον· ὁ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ
北风之女迅捷的微风已将那少女可怕的毁灭告知于他。他闻讯之后,
Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δʼ ὑπὸ ποσσὶν
便如狂暴的暴风雨般降临在伊达群山之上;
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
在他足下,深邃的山谷、裂缝纵横的峡谷、
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
河流以及伊达山无尽的山麓皆震颤。
καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε1
若非宙斯亲自从奥林匹斯山以骇人的闪电与痛苦的霹雳惊吓住他,
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
他此刻定已让密耳弥冬人承受痛哭哀号之日;
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο διʼ αἴθρης
那些雷霆在晴空中极其猛烈地燃烧着,
δεινὸν ἀπαιθόμενοι· ὁ δʼ ἄρʼ εἰσορόων ἐνόησε
密密匝匝地在他脚前盘旋飞舞;他见状,
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
便领悟了发出隆隆巨响的父亲那大声轰鸣的威吓;
ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
尽管他正冲向战争的喧嚣,却止住了脚步。
ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
宛如从巍峨的山巅上,宙斯狂暴的骤雨——或是骤雨,
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
抑或是霹雳——伴随狂风折断了一块巨大的岩石,
ὄμβρος ἄρʼ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
当它狂猛翻滚时山谷轰鸣作响,
λάβρα κυλινδομένοιο, ὁ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
在不知疲倦的轰鸣之下,
ἔσσυτʼ ἀναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
它频频跳跃着飞坠,直至落到平坦之地,
χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ·
尽管违背其冲势却立即停驻;宙斯强劲的儿子阿瑞斯亦是如此,
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
虽怀着不情愿的心意,
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
尽管行色匆匆,却依然停住了脚步;
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν
因为所有的奥林匹斯神祇皆一同顺服于福乐众神的统治者,
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
皆因他远比诸神更为至高,拥有无尽的力量。
πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκενἄλλοτε μέν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν
然而他敏锐的心智在反复权衡中不断驱使着他:
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
时而因畏惧极度震怒的克洛诺斯之子那可怕的斥责而欲折返苍穹;
ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι
时而又全然不顾自己的父亲,
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
欲将自己不知疲倦的双手在与阿喀琉斯的交锋中浸透鲜血。但最终他的心想起了,
μνήσαθʼ, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
就连宙斯自己的诸多儿子亦曾在征战中被击杀,
υἱέες, οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·
当他们殒命之时连宙斯自己亦未曾施救;
τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
因此他从阿耳戈斯人身旁远远离去;
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
因若他胆敢违背不朽宙斯的意志而另怀图谋,
εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.2
他注定要被悲惨的雷霆所击溃,与提坦诸神一同横卧受惩。
καὶ τότʼ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείωνσύλεον ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
此时,骁勇有力的阿耳戈斯健儿们四处扑上前去,
πάντῃ ἐπεσσύμενοι· μέγα δʼ ἄχνυτο Πηλέος υἱὸς
迅疾地剥取亡者们血迹斑斑的铠甲。然而珀琉斯之子凝望着尘土中那少女动人的英姿,
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κονίῃσι·
心中痛楚万分;
τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
因此致命的忧伤啃噬着他的心灵,
ὁππόσον ἀμφʼ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
其程度不亚于此前为被击杀的挚友帕特洛克罗斯所感到的悲哀。
Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
忒耳西忒斯径直迎上前来,以恶言恶语大加讥诮:
ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
“心智可怖的阿喀琉斯啊,
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
神明究竟为何迷惑了你胸中的心魂,
ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
竟是为了一个一心想给我们带来诸多灾祸的可憎亚马逊女子?
τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχοντι
你胸怀女色狂迷的心意,
μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τʼ ἐπὶ ἕδνοις
竟像关照自己用聘礼求得、
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
渴望与之结为连理的贤淑正妻一般为她挂念!
ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,3
真希望她在这场争斗中抢先一步以长矛刺中你,
οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
因为你一心沉溺于女色,
οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
只要一看见女人,
ἀμφʼ ἀρετῆς κλυτὸν ἔργον, ἐπὴν ἐσίδησθα γυναῖκα.
你那昏聩的心智中就丝毫不再顾念美德的赫赫功勋!
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
可悲的人啊,你那卓越的力量与智谋如今何在?
πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶσθα
无瑕之王的威仪又在何方?你难道丝毫不知,
ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
因女人而狂乱给特洛伊人招致了何等巨大的苦难?
οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
对于凡人而言,
ἐς λέχος ἱεμένης, ἥ τʼ ἄφρονα φῶτα τίθησι
再没有什么比热衷于床笫之欢更为致命的了,
καὶ πινυτόν περ ἐόντα· πόνῳ δʼ ἄρα κῦδος ὀπηδεῖ·
它甚至能让聪明之人变得愚蠢。而荣耀永远伴随着辛劳;
ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τʼ Ἄρηος
对于持矛勇士而言,胜利的威名与阿瑞斯的征战方为乐事;
τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.
唯有怯战之徒才倾心于妇人的帷榻。”
ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ
他大肆辱骂着如此说道。
Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
气魄强悍的珀琉斯之子在心中勃然大怒;
τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δʼ ἅμα πάντες
他立时伸出铁拳猛击对方的下颌与耳朵;
ἐξεχύθησαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δʼ αὐτὸς
他的牙齿刹那间全部散落到地上,他自己亦扑倒在地;
πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητοἀθρόον· αἶψα δʼ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
鲜血自他口中喷涌而出;
ἀνέρος οὐτιδανοῖο· χάρη δʼ ἄρα λαὸς Ἀχαιῶν·
那懦弱的灵魂转瞬间便从这微不足道的无赖四肢中遁去。阿开奥斯大军皆大欢喜;
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
因为此人自己本是可鄙可耻之徒,
αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.
却总是用恶毒的谰言无端辱骂众人;他实乃达那奥斯人的耻辱。
καί ῥά τις ὧδʼ εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
善战疾行的阿耳戈斯人中便有人这般说道:
οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
“卑贱之辈无论公开还是暗中侮辱王者,
ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
皆绝非善事,因为可怕的怒火必将随之而至;
ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,
正义女神赫然在侧,祸祟女神必将严惩无耻之舌。”
- 1.689καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ, εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε
过去非真实条件句(结论句用 κε + 不定过去式直陈语气 ὤπασεν,条件句用 εἰ + 不定过去式直陈语气 φόβησε),表示“阿瑞斯本已让密耳弥冬人承受灾祸,若非宙斯阻止了他”。
- 1.713ἦ γὰρ ἔμελλεν κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ, εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα
未完成过去式 ἔμελλεν 接不定式 κεῖσθαι 构成假想结局的归结分句,配合条件分句 εἰ ... μενοίνα,表达宿命或必然结果:“若他违背宙斯的意愿另有所图,他本注定要与提坦们同卧受诛”。
- 1.729ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί
由 ὄφελον(本为 ὀφείλω 的第二不定过去式)引导的未实现愿望句,连同直陈式过去动词 βάλε,表达带着强烈指责语气的遗憾愿望:“真希望她在战斗中先发制人,用枪将你刺中!”
