- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.456-1.532
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒阿诺以智言劝阻特洛伊妇女投身战场,令她们归家织布,而珀耳忒西勒亚则继续重创阿开奥斯人并直逼战船。埃阿斯闻讯劝导阿喀琉斯同赴战阵,两位埃阿科斯后裔披甲出征,大举歼灭特洛伊敌众。
αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
“然而对亚马逊人而言,
εὔαδον ἐξ ἀρχῆς καὶ ὅσʼ ἀνέρες ἔργα μέλονται·
无情的战斗与骑术自古便合其心意,凡男子所操劳之事务亦然。
τοὔνεκʼ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
因此,好战的气概常存于她们心中,
οὐδʼ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
她们丝毫不逊色于男子,因为劳苦的磨砺将她们的心智化为巨大的勇力,
θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατʼ ἔθηκε.
令她们的双膝毫无畏惧。
τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
况且有传言说,她是强壮的阿瑞斯之女;
τῷ οἱ θηλυτέρην τινʼ ἐριζέμεν οὔτι ἔοικεν·
是以女子之身与她抗衡绝非合宜;
ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.1
又或许是哪位不朽的神明降临,应答了祈祷之人。
πᾶσι δʼ ἄρʼ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλʼ ἐπὶ ἔργα
全人类固然同属一族,
στρωφῶντʼ ἄλλος ἐπʼ ἄλλα· πέλει δʼ ἄρα κεῖνο φέριστον
但各人所操持之事务却各不相同;人在胸中深谙于心并为之辛劳的事业,
ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
才是最为卓越的。
τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
因此,远离喧嚣的战斗,
ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
在自己亲切的屋宇内整理织机吧。
ἀνδράσι δʼ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
战事自有我们的男人们去操心。
ἐλπωρὴ δʼ ἀγαθοῖο τάχʼ ἔσσεται, οὕνεκʼ Ἀχαιοὺς
良善的希望不久便将降临,
δερκόμεθʼ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
因为我们眼见阿开奥斯人正遭毁灭,我们男儿的巨大威势正沛然而起;
ἡμετέρων· οὐδʼ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
不必忧惧灾祸,
δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτʼ ἀλεγεινὴ
因为残忍的仇敌并未围困城邦,
γίνετʼ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.
更未生出女子亦不得不战的残酷逼迫。”
ὣς φάτο· ταὶ δʼ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
她这番话语落下;众女遵从了年长的她,只在远处观望战阵。
ὑσμίνην δʼ ἀπάνευθεν ἐσέδρακον, ἡ δʼ ἔτι λαοὺς
而珀耳忒西勒亚仍在压制敌军,
δάμνατο Πενθεσίλεια, περιτρομέοντο δʼ Ἀχαιοί,
阿开奥斯人无不胆战心惊,
οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
他们面对哀痛的死亡无处逃遁。
ἀλλʼ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
他们宛如哀鸣的山羊惨死在豹子狰狞的颌骨之下,
πορδάλιος κτείνοντο, ποθὴ δʼ ἔχεν οὐκέτι χάρμης
男人们心中不再有争斗之渴求,
ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
唯余逃窜之念;众人四散奔逃,
οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχεʼ ἀπʼ ὤμων,
有的将铠甲自肩头抛掷在地,
οἱ δʼ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
有的则甲胄未除仓皇逃命,
ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δʼ ἄρα χάρμα
战马亦抛下驾车之人奔逃而去。对于冲杀者而言乃是欢欣,
ἔπλετʼ, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
对于溃灭者而言唯有巨痛的哀嚎;
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
受尽折磨者毫无防御之力,
πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
凡被阴冷的战口所吞噬者,皆化作短命之人。
ὡς δʼ ὅτʼ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
恰似一场狂暴的大风带着凄厉的哀鸣压顶而来,
ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
将一些繁花盛开的高大树木连根拔起掷于平地,
ἄνθεσι τηλεθόωντα, τὰ δʼ ἐκ πρέμνοιο κέδασσεν
又将另一些自树干高处折断摧毁,
ὑψόθεν, ἀλλήλοισι δʼ ἐπὶ κλασθέντα κέχυνται·
碎木彼此重叠狼藉散落;
ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
达那奥斯的庞大军队因命运女神的意志与珀耳忒西勒亚的枪刃,
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
就这样仆倒在尘土之中。
αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
然而,当战船亦将要在特洛伊人手中被烈火吞噬之际,
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴαςοἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
坚毅的埃阿斯听闻了哭喊之声,向埃阿科斯之子言道:
ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
“阿喀琉斯啊,无边的呼声传入我的耳际,
οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
仿佛爆发了一场恶战!
ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
来吧,让我们前去,
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας·
免得特洛伊人抢先在船旁消灭阿尔戈斯人,并将战船焚毁;
νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
否则,
ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
对于你我二人而言将是难堪的耻辱。因为我们身具伟大宙斯的血脉,
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
绝不可辱没先祖神圣的宗族,
τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι Λαομέδοντος
昔日他们亦曾与勇毅的赫拉克勒斯一同,
Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι·
以长枪攻破拉俄墨冬光辉的特洛伊城。
ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω
我深信如今在我等手中亦将成就此事,
χερσίν,2 ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.
因为巨大的力量正在你我二人身上觉醒。”
ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
他这番言语说罢;埃阿科斯之子的勇猛气概听从了他的规劝;
κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
因为他也以双耳隐约听到了痛苦的喧嚣。
ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα·
二人双双冲向熠熠闪光的铠甲;
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
穿戴齐备后,他们挺立于人群对面;
τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε· μαίνετο δέ σφινἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
他们华美的铠甲铿锵作响,胸中的狂怒与阿瑞斯不相上下;
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
挥盾的阿特律托涅在他们急切之时赐予了二人如此巨大的力量。
Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
阿尔戈斯人眼见两位健勇的男儿,
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ
心中顿生欢喜;他们宛若伟大的阿洛欧斯之子,
Ὄσσαν τʼ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
二人昔日曾扬言要将险峻的俄萨山与高耸的珀利翁山重叠于广袤的奥林匹斯之上,
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
一心渴望由此登临天宇。
τοῖοι ἄρʼ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
埃阿科斯的一族正是这般挺立于残酷的战阵之中,
Αἰακίδαι,3 μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
成为期盼已久的阿开奥斯人的巨大欢欣,
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
二人皆急于歼灭仇敌的军众。
πολλοὺς δʼ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
他们以无可阻挡的长矛降伏了众多敌军。
ὡς δʼ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
宛如两头能降伏耕牛的雄狮,
εὑρόντʼ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
在远离牧人的林莽中发现肥美的羊群,
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
便一拥而上肆意屠戮,
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
直至痛饮黑血,将贪婪的肚腹填满内脏;
ὣς οἵ γʼ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
他们二人亦如此歼灭了无数的人群。
Ἔνθʼ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον,
在那里,埃阿斯斩杀了戴俄科斯、尚武的许罗斯、
Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
好战的欧律诺摩斯以及高贵的厄纽埃乌斯。
Ἀντάνδρην δʼ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
而珀琉斯之子则诛灭了安坦德瑞、
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δʼ Ἱπποθόην ἐρίθυμον,
珀勒穆萨与安提布罗特,其后又斩杀了性情豪勇的希波托厄,
- 1.463ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
εὐχομένοισιν 为利益与格(dativus commodi),意为“作为帮助降临于祈求之人(即特洛伊人)身边”。在语境中,忒阿诺借此解释珀耳忒西勒亚非同寻常的神勇,指出她要么是战神之女,要么是神明回应了特洛伊人的祈祷而降临助战。
- 1.506ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω χερσίν
由主动词 ὀΐω(“我认为/深信”)所支配的宾格不定式从句。被动不定式 τελέεσθαι(“被成就/实行”)的逻辑主语(承接前文攻克特洛伊的战功)在语境中显而易见,因而被省略。
- 1.521Αἰακίδαι
复数父名/族称形式(patronymic),用以同时指代埃阿科斯的两位孙子——埃阿斯(忒拉蒙之子)与阿喀琉斯(珀琉斯之子)。在第496行中单独指称阿喀琉斯为 Αἰακίδην(埃阿科斯之子),而此处复数 Αἰακίδαι 则将这两位同出于埃阿科斯血统的堂兄弟并列提及。
