- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.383-1.455
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
目睹彭忒西勒亚的勇猛作战,特洛伊妇女蒂西福涅激昂地鼓动同胞执兵出战保卫城邦,群情激奋之际,明智的忒阿诺及时劝阻了她们盲目送死的举动。
ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
她接二连三地将灾祸降于敌人身上,
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτʼ αἰχμὴν
她的英勇与胆气愈加高涨,她的长矛从未徒劳掷出,
μαψιδίην ἴθυνεν, ἀεὶ δʼ ἢ νῶτα δάϊζε
总是刺穿溃逃者的后背,
φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
或是直迎而上扑来者的前胸。
θερμῷ δʼ αἵματι πάμπαν ἐδεύετο, γυῖα δʼ ἐλαφρὰ
她浑身被温热的鲜血浸透,
ἔπλετʼ ἐπεσσυμένης· κάματος δʼ οὐ δάμνατο θυμὸν
奔突中的肢体却依然敏捷;疲劳未能压倒她无畏的斗志,
ἄτρομον, ἀλλʼ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
反而保持着金刚般的刚毅。
οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσʼ Ἀχιλῆα,
因为惨痛的命运女神尚未催促阿喀琉斯加入恐怖的战乱,
αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δʼ ἑστηυῖα
仍在赐予她荣耀,
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκʼ ἔμελλε
站在战局的远处不祥地暗自得色,
κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι
因为不久之后她便要借埃阿科斯之子的双手将这位少女制伏;
δάμνασθʼ·1 ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δʼ ὀρόθυνεν
黑暗已将她笼罩,那隐而不见的命运始终催促着她,
αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
一边赋予她最后的荣耀,
ὕστατα κυδαίνουσʼ· ἡ δʼ ἄλλοθεν ἄλλον ἔναιρεν,
一边将她引向悲惨的覆灭。她接连斩杀敌人,
ὡς δʼ ὁπόθʼ ἑρσήεντος ἔσω κήποιο θοροῦσαποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
恰似春日里一头渴望甘草的小牝牛跳入沾满露水的花园,
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
在无人看管之际四处奔突,
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
将所有新生的繁茂植物尽情摧残,有的吞咽咀嚼,
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν·
有的践踏足下;勇武的少女这般在人群中奔突,
ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
将阿开奥斯人的一些子弟斩杀,
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.
又将另一些驱散奔逃。
Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
特洛伊的妇女们在远处惊叹于这位女子的英勇战绩,
θαύμαζον, πολέμοιο δʼ ἔρως λάβεν ἱπποδάμοιοἈντιμάχοιο θύγατρα Μενεπτολέμοιο δʼ ἄκοιτιν
驯马能手安提马科斯的女儿、
Τισιφόνην· κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
梅涅普托勒摩斯的妻子蒂西福涅心中升起了对战争的渴望。她在坚毅的胸膛中燃起热望,
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
说出大胆的言辞,激励同辈女子奔赴充满哀嚎的战斗,胆略唤醒了她的武勇:
δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
“亲爱的女伴们,
ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
让我们在胸中树起如同我们男子一样的英勇之心吧!
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
他们为了祖国、
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
为了孩子和我们与仇敌搏杀,
οὔποτʼ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
从未从苦难中喘息片息。
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
来吧,让我们也在心中立定勇气,铭记平等的战斗。
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
因为我们绝不逊色于健壮的男儿,
ἀλλʼ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
他们所有的力量我们同样拥有:
ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
双眼与膝盖并无二致,一切皆属相同,
ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
共同的光芒与弥漫的大气为所有人共享,
φορβὴ δʼ οὐχ ἑτέρη· τί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
食粮亦无区别;
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
神明又曾赋予男人们什么更多的优越呢?因此我们绝不可对战阵退缩。
ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
难道你们看不见一个在贴身近战中远胜健勇男子的女人吗?她的宗族与城邦远在异乡,
οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
却全心全意为了异邦的君王而战,
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
心中满怀豪气与不屈的意志,
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
根本不将男人们放在眼里。
ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
而在我们面前,却堆积着各色的痛苦:
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
有些人的爱子与丈夫已在城郊阵亡,
ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
另一些人则在哀悼已不在人世的双亲;
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητοςἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
还有些人为兄弟与亲族的殒命而悲痛。没有一人得以幸免于凄惨的灾祸;
εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
等待我们的甚至是目睹沦为奴隶之日的降临。因此对于深陷苦难的我们而言,
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
绝不可再拖延战事;
τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
因为与其在城池烈火熊熊、男人们荡然无存之后,
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
在残酷的强迫下与幼小的孩子一同被异族掳走,
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.
倒不如战死沙场更为体面。”
ὣς ἄρʼ ἔφη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
她如此说道,
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
所有女子胸中随即燃起了对残酷战斗的渴望。她们渴望披上铠甲出城列阵,
βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
热切地想要救援城邦与臣民;
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
她们的心神激昂澎湃。
ὡς δʼ ὅτʼ ἔσω σίμβλοιο μέγʼ ἰύζωσι μέλισσαι
正如严冬散去时,
χείματος οὐκέτʼ ἐόντος, ὅτʼ ἐς νομὸν ἐντύνονται
蜜蜂在蜂巢内发出巨大的嗡鸣,准备飞出采蜜,
ἐλθέμεν, οὐδʼ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
不再甘心留在巢中,
ἄλλη δʼ αὖθʼ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
而是相互呼唤着飞向户外;
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
特洛伊的妇女们急于投身战乱,
ἀλλήλας ὤτρυνον· ἀπόπροθι δʼ εἴρια θέντο
彼此激励着。她们把羊毛与纺篮弃置远处,
καὶ ταλάρους, ἀλεγεινὰ δʼ ἐπʼ ἔντεα χεῖρας ἴαλλον.
将双手伸向可怖的兵刃。
καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
在那场战斗中,
ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,εἰ μή σφεας κατέρυξε2 πύκα φρονέουσα Θεανὼἐσσυμένας πινυτοῖσι παραυδήσασʼ ἐπέεσσι·
若不是明智的忒阿诺以睿智的言辞劝阻了急切的众女,她们本会与自己的丈夫以及强壮的亚马逊女战士一同在城外阵亡:
τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
“鲁莽的妇人们,你们从未经历过战阵的辛劳,
σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,ἀλλʼ ἄρα νηίδες ἔργον ἐπʼ ἄτλητον μεμαυῖαι
对战事一无所知,为何竟妄图投身恐怖的乱军之中,
ὄρνυσθʼ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
毫无顾忌地急于从事这不可承受之事?
ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
因为我们的力量绝无法与深谙战斗的达那奥斯人相抗衡。”
- 1.391οὕνεκʼ ἔμελλε / κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι / δάμνασθʼ
ἔμελλε 以 αἶσα(命运)为主语,支配及物用法的关身语态不定式 δάμνασθʼ (δάμνασθαι),κούρην 为其直接宾语,表示“不久之后她便要借埃阿科斯之子的双手将少女制伏”。
- 1.447καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο / ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ, / εἰ μή σφεας κατέρυξε
过去与事实相反的虚拟条件句(反事实条件句)。主句(归结分句)由助词 κεν 搭配不定过去时直陈式 ὄλοντο 构成(“她们本会丧命”),条件分句由 εἰ μή 搭配不定过去时直陈式 κατέρυξε 构成(“若非她劝阻了她们”),以此强调忒阿诺的制止使妇女们免于覆灭之灾。
