← 诺努斯

狄奥尼索斯谭

§20.0-20.83

赛后盛宴与厄里斯梦中斥责狄奥尼索斯

斯塔费洛斯的葬仪竞技落幕,狄奥尼索斯一行设宴饮乐并相继就寝;梦中战乱之神厄里斯化作瑞亚之形降临,严厉斥责狄奥尼索斯懈怠避战、无所作为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου,1 εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.

第二十卷记述残暴的吕枯耳戈斯的赶牛棒,以及狄奥尼索斯被逐入游鱼出没的深渊。

λῦτο δʼ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ

竞技宣告结束;萨堤罗斯们与执握美杖的狄奥尼索斯一同,

βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.

下榻于葡萄丰饶的宫殿。

τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι·

当他们设宴欢聚时,携带着葡萄的季节女神们纷至沓来狂欢;

καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύριγξ

餐席间响彻铜鼓之声,

5

ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις

洪亮的芦笛发出尖锐悦耳的鸣音,

οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ·

斟酒侍者在无休止的宴席旁以杯盏汲酒劳作。

καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν

宴饮者逢迎嬉笑,频频催促随从汲取更多美酒;

δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη

一位巴克开女仙旋转着铜钹腾跃而起,

κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης

喜好跳跃的少女那未经编结、

10

ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.

无冠饰的卷发在微风中飘扬。

καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,

葡萄之神召唤来斯塔费洛斯的妻子,

αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·

拭去她身上的污垢,为她换上深酒色的华袍;

καὶ Πίθον εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας

又洗净胡须浓密、浑身污秽的皮托斯,

ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι.

重新为他穿上洁白的短袍。

15

ῥίψας πένθιμα πέπλα2 χυτῇ πεπαλαγμένα τέφρῃ·

波特律斯脱去被倾撒的灰烬污损的丧服,

οὐκέτι δʼ αὐτοχύτοισι παρήια δάκρυσι δεύων

不再让自流的泪水沾湿面颊而抽泣呜咽,

βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας

遵从狄奥尼索斯的吩咐开启了散发香气的箱柜;

φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ

当箱柜开启时,

μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·

镶满珠宝的袍服上闪烁着熠熠光芒。

20

κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος

他从那里取出其父斯塔费洛斯闪亮的王室礼服,

δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,

穿上浸染紫贝色泽的宽袍,

καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.

与沉浸于欢愉的吕埃奥斯同席共饮。

τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ

在他们欢聚之际,薄暮之星赫斯珀洛斯升起,

φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.

收拢了喜好舞踏的黎明的光辉。

25

δαιτυμόνων δὲ φάλαγγες ἀμοιβαδὶς ἔνδοθεν αὐλῆς

殿宇内,

ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.

一队队宴席宾客依次在铺垫厚实的床榻上领受睡眠的恩赐。

καὶ Πίθος ἄγχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,

皮托斯靠近马龙,同卧于一榻,

νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,ἀλλήλους δʼ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν

吐出甘露压榨槽的芳香饮汁,

30

πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ

两人在漫漫长夜中呼出相同的酒气互致沉醉。吕埃奥斯的养育者欧佩塔勒点燃火把,

δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν·

为波特律斯和狄奥尼索斯二人铺设了一张双人海紫床榻;

γείτονι δʼ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου,

而在邻近的卧房中,侍女们远离萨堤罗斯、

ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.

避开吕埃奥斯,为王后铺好了黄金床榻。

35

Βάκχῳ δʼ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη,

此时,一个梦境降临于巴克科斯身旁:

ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων,

战争的养育者厄里斯乘着仿制的狮拉战车,

Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης·

化作喜好响板的女神瑞亚的模样;

καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων

福波斯充当梦境双轮车的御者,

ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,

以相称的肢体化作伪阿提斯之形,

40

καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ

娇嫩的面容呈现男身之貌,却发出尖细的话音,

ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ·

以女子的嗓音摹仿着库柏勒的御者。

Βάκχου δʼ ὑπναλέοιο παρεστηκυῖα καρήνῳ

迷乱的厄里斯伫立在昏睡的巴克科斯枕畔,

φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ·

勃然作色,用激战的语调说道:

ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ

“神裔狄奥尼索斯啊,你竟在昏睡!

45

Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις·

德里阿得斯正将你唤往战场的呐喊,你却在此掀起狂欢的欢宴!

μητρυιὴ δʼ ὁρόωσα τεὴν φύξηλιν Ἐνυὼ

你的继母赫拉目睹你畏怯退缩的战阵正讥讽于你,

Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις.

你却把大军拉入舞阵之中。

αἰδέομαι Κρονίωνι φανήμεναι, ἅζομαι Ἥρην,

我羞于在克罗诺斯之子面前露面,我敬畏赫拉,

ἅζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·

畏惧众神,因你未曾立下无愧于瑞亚的功业!

50

Τιτήνων δʼ ὀλετῆρα, προασπιστῆρα τοκῆος,

我避开阿瑞斯——那诛灭提坦、

αὐχένα γαῦρον ἔχοντα κατʼ οὐρανὸν Ἄρεα φεύγω,

捍卫其父、在天界傲首挺立、

ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ·

挥舞着浸染惯常血污之盾的战神;

καὶ γνωτὴν σέο μᾶλλον, ἀριστογόνοιο τοκῆος

我更畏惧你的同胞、那出自孕育众生之父的头颅、

αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ

无母而自生的灿烂金盔帕拉斯,

μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη·

因为连身为女身的雅典娜都在斥责游手好闲的男儿巴克科斯。

εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ

昔日气度不凡的帕拉斯擎起神盾,

αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,

为奥林匹斯之门冠冕,扫荡提坦狂暴的战火,

Τιτήνων σκεδάσασα θυελλήεσσαν Ἐνυώ,

光耀了父神头颅智慧的产痛,

60

πατρῴου δʼ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου·

那时酒神杖亦屈服于神盾之下;

καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.

而你却玷污了宙斯孕育的丰饶大腿!

ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,

看哪,赫尔墨斯与阿波罗是如何嗤笑的:

ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ

一位高擎双矢,

ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,

其上仍沾染着厄菲墨得亚那高冠之子们的血污;

65

ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος

另一位手持击毙千眼牧者的绝命神杖;

ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δʼ ἐμὸν αἰθέρα φεύγω

而我却逃离了自己的苍穹,

μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.

躲避着逃避战事的狄奥尼索斯的耻辱。

θύρσους δʼ ἠρεμέοντας ὀπιπεύουσα Λυαίουμέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ

手持弓箭的处女注视着吕埃奥斯闲置的酒神杖,

70

παρθένος ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου

责备着热爱峰峦的舞者狄奥尼索斯;

οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,

这位驾驭孱弱之鹿、射杀斑驳之兔、

μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης

漫步群山的处女,

πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.

在山居的瑞亚身旁责斥着豹之驱策者与狮之御者。

παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι·3 ἐν γὰρ Ὀλύμπῳ

我不愿认我子宙斯的殿堂;因在奥林匹斯山上,

75

ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ,

我畏惧傲岸而依然自得的勒托,

ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,

她向我伸出那保卫其寝榻、

γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.

射杀贪恋美色的大地之子提堤俄斯的利箭。

καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω

当我注视着悲伤的塞墨勒与骄傲的迈亚之星时,

ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.

我更受双重痛苦的抽打。

80

οὐ σὺ Διὸς τεκέεσσιν ὁμοίιος· οὐ κτάνες ἰῷ

你与宙斯的诸子绝非同列:

Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,

你未曾用利箭射死猖獗的俄托斯与身材高大的厄菲阿尔忒斯,

οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ.

未曾用羽箭射毙提堤俄斯,

οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης

亦未曾诛灭凶悍而狂乱的俄里翁,未曾斩杀赫拉的勇将……”

语法注3 条
  1. 20.0εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου

    置于卷首的六音步提要诗行。其中省略了表示卷册的名词(如 βιβλίον 或 βίβλος),中性序数词 εἰκοστόν 充当 μεθέπει 的主语,意为“第二十卷记述残暴的吕枯耳戈斯的赶牛棒”。

  2. 20.15ῥίψας πένθιμα πέπλα

    主格分词 ῥίψας 在句法上修饰下一行的主语 βότρυς。整句的骨干结构为:“波特律斯脱去(ῥίψας)丧服,不再呜咽呻吟(οὐκέτι... ἀνεστενάχιζε),打开了(ὤιξε)芳香的箱柜”。

  3. 20.74παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι

    此句出自化身瑞亚的厄里斯之口。神话中瑞亚为宙斯之母,因此 παιδὸς ἐμοῦ(“我儿”)作属格 Διός(“宙斯”)的同位语,意为“我弃绝我儿宙斯的宫殿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:20.0-20.83