← 诺努斯

狄奥尼索斯谭

§19.261-19.348

塞勒诺斯化为河流与马龙的获胜

塞勒诺斯在完成连串杂技般的狂舞后脱力倒地化作河流;获胜的马龙将作为奖品的银瓮投入水中,并援引玛息阿的故事对化作水流的塞勒诺斯发出宽慰与讽谕的演讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
261

καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,

醉态朦胧而无人可及的厄洛斯,这场竞赛的主持者,

κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.

以缀满果穗的常春藤为吕埃奥斯的秀发加冕。

τοῦτο σοφῇ παλάμῃ κερόεις Σειληνὸς ὑφαίνων

生有双角的塞勒诺斯以巧妙的双手织就这番图景后,

δεξιτερὴν μὲν ἔπαυσε,1 πολυσκάρθμῳ δὲ πεδίλῳἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,

便收住右手,以矫捷起跳的双足腾空而起,将目光投向苍穹,

πῇ μὲν ἐπʼ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,

时而将成双的足底紧密相合,

πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,

时而将其分开,以变幻莫测的技艺腾跃;

ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων

时而在地面上多重盘旋起舞,

ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ·

直立于脚跟上,伴随着盘曲的颤动而摇曳。

270

δεξιτερῷ δʼ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ

膝部沉重的塞勒诺斯,保持着双足直立的冲劲,

δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδός, ἢ γόνυ κάμψας

以不屈的右足底稳稳支撑,

συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν

仅让另一只脚的足尖搭在上面,

Σειληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν·

或是以并拢的双掌曲折双膝,或是弯下挺直伸展的大腿。

καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου

他又将左足轻巧旋转着抬至侧肋与肩头,

275

κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δʼ ὑπὸ τέχνῃκαμπύλον ᾐώρησεν ἐπʼ αὐχένι ταρσὸν ἑλίξας·

在后仰的技艺下,将弯曲的足底盘绕于颈项之上悬于空中;

καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης

在回旋往复之舞的疾速旋转中,

ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ

他仰身自旋,以圆环的技巧躬身弯折,

πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,

向空中展露出舒展凸起的腹部,

280

τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων·

宛如花冠般绕着同一道无休止的折返标志旋转。

καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·2

他的头颅低垂悬挂,仿佛时刻触及地面,却从未拂及尘土;

καὶ ποδὶ λαχνήεντι πέδον Σειληνὸς ἀμύσσων

塞勒诺斯以毛茸茸的足爪刮擦着大地,

ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.

在双足狂乱的颤动中飘忽不定地四处狂舞。

285

καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου

彼时双膝疲惫不堪,随着头颅剧烈摇晃,

ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·

他仰面自行翻滚着滑落在大地上。

καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ

随即一条河流成形了:

χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου

他的躯体在自发的溪流中涌出清水;

εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,

变换的面额上,双角起伏化作弯曲的涌流,

290

καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,

头顶高处翻卷着汹涌的激流,

καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·

腹部凹陷成含沙蓄鱼的深渊。

Σειληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη

随着塞勒诺斯融化流淌,

εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτωνὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις

变幻的秀发化作自生的水草;河流上方,

295

αὐτοφυής. γλυκερὴν δὲ Μάρων ἀνεδήσατο νίκην,

邻近处一株挺拔天成的芦苇在微风中摇曳作响。而马龙赢得了甜美的胜利,

ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·

双臂环抱着盛满甘甜美酒的大瓮。

Σειληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,

由于塞勒诺斯已化作流水,

ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,

马龙便取来作为奖品的银瓮,如祭酒般掷入清流之中,

καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,

使这编织舞步的河流涌口沉醉;

300

χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ

该地因此得名于此瓮,而在饮之甘美而鸣响的塞勒诺斯的奔流中,

Σειληνοῦ κελάδοντος ἀκούεται Εὔιον ὕδωρ.

亦能听闻欢腾的水声。

καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ·

马龙对着河流水源说道:

οὔ σε Μάρων, Σειληνέ, βιάζεται· εἰς σὲ δὲ ῥίψω

“塞勒诺斯啊,马龙并未强压于你;

οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.

我向你倾入殷红的佳酿,并称你为纳酒之川。

305

δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου

对沉醉不知厌足者啊,接纳你的美酒,

ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.

接受巴克科斯的银瓮吧,你将成为银波荡漾之流。

εἰλιπόδη Σειληνέ, καὶ ἐν προχοῇσι χορεύεις,

步履盘旋的塞勒诺斯啊,你在涌流中依然起舞,

σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,

在激流中依然保持着双足的旋动,

εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις

化为水流之态却依然狂欢尽兴。然而,

310

ἵλαθι καὶ Σατύροισι καὶ οἰνοδότῃσιν ὀπώραις,Σειληνοὺς δὲ φύλασσε, τεῆς βλάστημα γενέθλης·

请垂怜巴克开女仙、萨堤罗斯与赐酒的果实,庇护出自你血脉的塞勒诺斯后人;

ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης

请施恩于痛饮的马龙,

ζῆλον ὑποκλέπτοντα καὶ ἐν ποταμοῖσι νοήσω.

切莫让我在河流中窥见你暗藏对胜利的嫉妒。

ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·

请更用流水滋养马龙果实的佳酿;

315

ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.

即便在江河之中,亦当与狄奥尼索斯同心协力。

νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;

愚鲁之人啊,是谁教你与胜过你者争锋?

Σειληνὸς πάλιν ἄλλος,3 ὑπέρβιον αὐλὸν ἀμείβων,αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·

昔日亦有另一位塞勒诺斯,吹奏傲慢的短笛,高昂起傲然的颈项与福玻斯争胜;

ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,

但神明剥去了他多毛的皮囊,将他缚于树梢,

320

ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου

制成了活生生的皮囊;在林木的高处,

ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,

幽暗的风屡屡吹胀其摹拟的形状,

οἷα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·

仿佛从不沉默的牧人再次奏乐。

καί μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,

得尔福的阿波罗心生怜悯,为他改换容颜,

καὶ ποταμὸν ποίησεν ὁμώνυμον· εἰσέτι κείνου

化为同名的河流;

325

Σειληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,

至今那多毛的塞勒诺斯弯曲的水流仍被传诵,

καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἷά περ αἰεὶ

喷吐着风吹的喧嚣,

ἀντιτύποις δονάκεσσι μελιζομένου Φρυγὸς αὐλοῦ.

宛如弗里吉亚短笛在共鸣的芦苇上永恒奏鸣。

καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας

你因与胜过你者挑起纷争而改换躯体,

Σειληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην

与先前的塞勒诺斯如出一辙。

330

μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,

然而你莫要再去追逐赤足相熟的巴克开、

Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ

披头散发的山岳女仙;

Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.

因为解开发髻的无数那伊阿得斯族类足令你欢欣。

μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,

莫要再求取吕埃奥斯的盘蛇束带;

ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,

你掌管着鳗鱼——河流曲折的产儿,

335

καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων

带有斑驳鳞片的鱼群取代了毒蛇,

ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.

在你们的水流中蠕动穿行。

εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου.

若你已离开了硕果累累的狄奥尼索斯,

μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις·

我反而为你祝福;因为正是你滋养了葡萄果穗。

τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων

在巴克科斯之后,你拥戴着哺育你流水、

340

Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης;

化育众生的宙斯,你还想多求什么?

ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ

取代你那些萨堤罗斯的是条条江河;

Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.

取代压榨槽的是在呼啸的大洋脊背上起舞。

εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ

即便在水中,你亦保留着相似的形态;

Σειληνὸν κομόωντα βοοκραίροισι μετώποις

夸耀牛角额头的塞勒诺斯拥有角牛般的河流形貌,

345

ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.

又有谁会心怀怨尤?”

εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ

马龙这般说道;

Σειληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες.

众人眼见倾泻翻腾的塞勒诺斯那弯曲的水流,

ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.

无不惊叹这多重曲折之河的天生逼真摹象。

语法注3 条
  1. 19.264δεξιτερὴν μὲν ἔπαυσε

    在 μέν...δέ 的对比结构中,δεξιτερήν 作及物动词 ἔπαυσε 的宾语(省略了 χεῖρα)。此句标志着表演从上一节中以无声之手(χειρί)进行的叙事性手势,转入以多跳的双足(πολυσκάρθμῳ πεδίλῳ)为主的翻滚杂技动作。

  2. 19.281οἷά περ αἰεὶ ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης

    分词 ἁπτομένη 与 ψαύουσα 为阴性单数主格,修饰主句主语 κεφαλή(头颅)。“看似时刻触及地面却绝不沾碰尘土”这一看似矛盾的表述,精妙地描摹了杂技后空翻与倒立旋转时,头部极其贴近地面掠过却未真正触地的绝技。

  3. 19.317Σειληνὸς πάλιν ἄλος

    作为句子的主语,借代指称因与阿波罗比试笛艺而遭剥皮并化为河流的玛息阿(Marsyas),诗人并未直接道出其专有名词。需注意后文第319行主语骤然转为神明阿波罗,而 ἑ 是指代该塞勒诺斯(玛息阿)的第三人称单数宾格代词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:19.261-19.348