- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:20.84-20.163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼索斯从厄里斯斥责的梦境中惊醒,率波特律斯与皮托斯等全军向印度进发。一行抵达阿拉伯,面临如俄诺玛俄斯般将过客头颅悬挂于门首的残暴凶徒吕枯耳戈斯。
Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,1
……亦未曾诛灭那由滋生祸患的大地所育、
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·
看守着宙斯与长角之母牛婚配的牧者阿尔戈斯!
ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,
而你却在斯塔费洛斯与波特律斯身旁编织狂饮之宴,
ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·
无名无铁,高唱着纵酒的颂歌!
αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ
你让地上萨堤罗斯的族类蒙羞,
Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης
因为连他们也投身于巴克科斯那不染鲜血的舞步,
Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.
将阿瑞斯的全部指望寄托于酒杯之中。
ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν
战火之后自有盛筵;待印度之战落幕,
Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων·
自可在斯塔费洛斯的殿堂中曼舞。
πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην·
竖琴必在沙场战胜后重新鸣响。
νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
未经历磨难,便无法栖居于人迹罕至的苍穹;
οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ
神圣者的道路绝非坦途,
ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.
由美德生发的神指之径方能引人迈向奥林匹斯的穹顶。
τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ
你也且忍耐这万般劳苦吧;因赫拉纵然满腔怒火,
Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.2
却也已向你预示了宙斯的天国殿宇。”
ὣς φαμένη πεπότητο. θεὸς δʼ ἀνεπήλατο λέκτρων,
言罢,她便飞腾而去。神明从床榻上骤然跳起,
φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου
耳畔仍回响着恐吓梦境的可怖喧嚣。
καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα
勇猛的波特律斯亦一跃而起,
Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,
穿上闪耀着西顿海光芒的自用短袍,
καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
将坚实妥帖的足底束紧于黄金鞋履之中;
ὤμοις δʼ ἀκαμάτοις διμερῆ κληῖδα φυλάσσων
他那不知疲倦的双肩护定两旁的锁骨,
φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,
扣上饰以海紫色的列王闪耀外袍,
πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,
腰间束起父亲那威仪赫赫的围带,
σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην
手执权杖。
πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·
萨堤罗斯们为急切启程的狄奥尼索斯套上一辆嗜血的豹拉战车;
Σειληνοὶ δʼ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
塞利诺斯们高呼战号,
θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν
执酒神杖的巴克开女仙齐声咆哮,
στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·
开赴印度战场的会合军团整肃前行;战阵的笛管鸣响,
κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.
诸位首领整饬齐整的方阵。
καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ
有人翻身一跃骑上兽背,
εἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου
策动狂乱的雌熊飞奔,抽打其颈脊;
λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων
另有人刺痛狂野公牛毛茸茸的腹部,
ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,
双足紧贴其两侧,
πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·
以牧杖驱驭这狂奔的野兽;
ὃς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων
还有人跨上胸毛浓密的雄狮背脊,
αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.
紧抓颈部鬃毛权充缰辔。
καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσας
面泛红晕的波特律斯舍弃了祖传的殿宇与田产,
βότρυς ἐρευθήεις, τετράζυγον ἅρμα τιταίνων,
驾驭着一辆四套战车,
σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,
仆役尾随其后,
δμῶας ἔχων κατόπισθε· μέθῃ δʼ ἅμα μητέρι νύμφη
与热爱葡萄的狄奥尼索斯并辔而驱。同行的母亲美西身旁,
λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,
一位身着白袍的年轻新娘登上银轮战车,
καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων3
法西勒亚执掌驾辕的皮带,
εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·
在骡子的脊背上挥响金色的马鞭;
καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,
头颅硕大的皮托斯驾驭着后方的战车,
ἕσπετο θητεύων καὶ Βότρυϊ καὶ Διονύσῳ.
侍奉着波特律斯与狄奥尼索斯二人,紧随其后。
οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν εἰς χθόνα Λυδῶν
他也并非未获尊荣:巴克科斯之王后来将他带入吕底亚的土地,
Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,
安置在孕育醉酒的榨酒槽旁,
δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης
使其在盛酒器皿中承纳滴落的丰饶果实之重;
ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων
由此,保留着这一名字的大瓮(皮托斯)
πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ
以其紫色的空腹矗立在邻近的酒槽旁,
ἵσταται4 Εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,
至今仍承接着巴克科斯的狂欢赐物,
σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,
化作昔日皮托斯的纪念。倘若他获得了凡人的嗓音,
τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·
听闻萨堤罗斯们的狂饮之声,定会吐露出这般话语:
εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ
“我是皮托斯,承继先人的名号,
δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ
在酒槽旁承接葡萄树甘美的清流。
λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ
我曾是亚述人斯塔费洛斯与波特律斯的仆役,
νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δʼ ἄμφω,
并在他们幼小时作为年迈的抚育者养育了二人;如今他们宛若再生,
οἷα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.
我仍将二人容纳在我的腹腔之中。”
καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι
这些事迹,
Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων
巴克科斯之王日后自会逐一实现。他穿行过提尔,途经毕布罗斯,
καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὕδωρ
走过芳香的阿多尼斯河那宜于婚礼的流水、
καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης,
黎巴嫩的峰峦以及塞浦路斯所生女神的居所,
Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ὑπὸ δένδρων
踏足阿拉伯的土地。
Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης
在芬芳的林木下,他赞叹纽萨那枝叶繁茂的灌木岭脊,
καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.
以及养育持矛武士的崔嵬城池。
ἔνθά τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,
在那里住着一位流淌着阿瑞斯血脉的嗜杀之徒,
ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,
他在可怖的习性上酷肖其父,
ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,
残暴地将无辜的外乡人拖入死境,这便是狂暴的吕枯耳戈斯;
αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ
他将铁刃斩落的凡人头颅冠于自家的门楼之上,
ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις
宛若俄诺玛俄斯,且与他同辈。
εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ
当年在俄诺玛俄斯的馆舍里,
πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη
可怜的少女在其父未谐婚姻的宅邸中被幽禁,
χήρη, γηραλέη, γαμίων ἔτι νῆις Ἐρώτων,εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,
沦为未婚的孤老,尚不知晓司婚姻的诸厄洛斯,
ἄβροχον ἅρμα φέρων τετράζυγον ἐννοσιγαίου
直至坦塔罗斯之子驾驭震地之神不湿的四马战车划破驱马驰骋的海浪,
νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ
踏上求亲的赛道,
Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην
那时机敏的缪尔提洛斯出于对悲泣的希波达弥亚的怜悯与爱意,
μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,
以假蜡制成欺诈的车轴,
οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·
在车轮的环旋中赢得了窃取的胜利;
καὶ δρόμος ἦν ἀνόνητος· ὑπʼ Ἠελίοιο δὲ δίφρῳ
然而这场奔驰终归徒劳;在太阳神的战车下……
- 20.84Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης
此处的宾格短语承接上一组结尾处的“οὐ πρόμον Ἥρης”(亦未曾[击毙]赫拉的勇将),充当直接宾语。“οὐ κτάνες ἰῷ... οὐ κατέπεφνες... οὐ θρασὺν Ὠρίωνα, οὐ πρόμον Ἥρης / Ἄργον”构成一系列否定并列结构,由前文表示杀戮的动词统领,而非新句子的主语。
- 20.98Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν
分词 κοτέουσα 带有让步意味(“尽管满怀怒火”)。此处的悖论在于,满腔敌意的赫拉所施加的种种磨难,恰恰在预告并保证狄奥尼索斯最终将位列宙斯的天国殿宇(即神格化)。
- 20.123μέθῃ δʼ ἅμα μητέρι νύμφη / λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην, / καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων
前一行的名词 νύμφη(“新娘”或“年轻女子”)与后一行的专有名词 Φασύλεια 构成同位语关系。前行所引介的“与母亲美西同行的白袍新娘”,在后一行中被具体指明为驾驭车辔的法西勒亚。
- 20.132ὅθεν οὔνομα τοῦτο φυλάσσων / πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ / ἵσταται
此处展示了从专有名词 Πίθος(侍从皮托斯)向普通名词 πίθος(酒瓮/大瓮)的词源学(缘起性)转化。由 ὅθεν(“自此/由此”)引出,说明矗立于酒槽旁的大瓮正以此名作为那位古老侍从的永恒纪念。
