← 该撒利亚的巴西流

书信集

§99#2

与塞奥多托的冲突及萨塔拉教会的调解

巴西略陈述了在盖塔赛与塞奥多托会面以澄清同尤斯塔修达成共识的经过,控诉了塞奥多托随后背信弃义的行为,并说明了自己如何在不利条件下前往萨塔拉调解亚美尼亚教会纷争并处理教务的详情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§99#2

Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ὑπὸ μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρʼ αὐτοῦ ἐπὶ τῇ πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸ ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφʼ ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς, ἦ μὲν1 εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μηδὲ νῦν μὲν ὁμολογεῖν νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων, ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ.2 εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρʼ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦ ἤκουσεν, ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε. Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή, ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρʼ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὑρήσειν; διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίαν καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρʼ ἡμῶν ἐπίσκοπον. ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφʼ ἡμῶν. καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρʼ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. ταῦτά με ἔδει σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλʼ ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.

因此,在这之后,当前往亚美尼亚的行程之必要性临到我们时,我知道那人的古怪脾气,并希望在一位可靠的见证人面前,既为所做之事为自己辩白,又使他得以释怀,于是我前往最蒙神喜爱的梅勒提乌主教的田庄盖塔赛,前述的塞奥多托本人当时也与我一同在场。正是在那里,当我们因与尤斯塔修结交而遭到他的指控时,我陈述了会谈所取得的成果,即我发现在凡事上他都与我们信仰一致。然而,当他坚决断言尤斯塔修在离开我们之后便食言反悔,并向自己的门徒坚称绝未在信仰之事上与我们达成任何一致时,我对此回应道(最令人钦佩的阁下,请审察我对这一指控的答复是否最为公正且无可辩驳):从那人其余一贯的稳健品行来推断,我深信他绝不会如此轻率地倒向反面,也不会一时承认、一时又否认自己所说的话;一个连寻常小事的虚谎都视若可怖而竭力规避的人,更不用说在如此重大且在众人面前众所周知的事上,绝不可能选择违背真理。但若由你们散布的传闻果真属实,就应当向他呈递一份载有纯正信仰全部明证的文书。因此,如果我发现他书面表示赞同,我便会坚持相通;如果我发现他退缩回避,我便会与他断绝联系。梅勒提乌主教与同工长老狄奥多罗弟兄(因他亦在场目睹了发生的一切)赞同了这番话,最受尊敬的弟兄塞奥多托当时也表示赞同,并恳请我们前往尼科波利斯,以便我们既能视察他的教会,又能让他作为同伴陪同前往萨塔拉;然而他却将我们留在盖塔赛,待我们抵达尼科波利斯时,他忘却了从我这里听到的话以及与我们达成的协定,用我刚才所叙述的那些羞辱和怠慢将我们蒙羞遣回。 那么,最尊贵的阁下,当共同分担这一忧虑之人对我怀有这般态度时,我怎可能履行所吩咐的任何事,并为亚美尼亚选立主教呢?而他本是我所指望能从中找到合适人选的人。因为在他的教区中,既有虔诚明智之人,又有精通该语言并熟悉该民族其他特质之人。我虽知晓他们的名字,但情愿保持沉默,以免对亚美尼亚至少在其他时日获益造成任何阻碍。如今我拖着这般虚弱的身躯行抵萨塔拉,蒙神的恩典,我似乎整顿了其余的事务:使亚美尼亚的主教们和好,并向他们陈说了当说之话,使他们抛弃一贯的冷漠,为众教会重拾主那纯正的热忱,并向他们提供了关于亚美尼亚各地肆意违规之事的规范,指示他们当如何加以治理。我还收到了萨塔拉教会的决议书,其中载有请求由我们为他们赐予一位主教的呼吁。对我而言,调查加诸我们弟兄、亚美尼亚主教西里尔身上的谤渎之词也成了一件紧要之事;蒙神的恩典,我们查明这纯系出于仇恨他之人的谗言而捏造的攻击,他们本人也在我们面前公开承认了这一点。并且我们似乎在相当程度上安抚了萨塔拉的民众,使他们不再逃避与他相交。即使这些事微不足道、不值一提,但由于魔鬼挑唆所致的我们彼此间的不合,从我们这边来说已不可能做出更多了。这些事我本应当保持沉默,以免显得是在张扬自己的耻辱;但由于向您崇高的胸襟无法以其他方式交代,我才被迫不得不将事情的全部真相陈述出来。

语法注3 条
  1. 99ἦ μὲν

    用于誓言或强烈断言语境中的小词组合(系 ἦ μήν 的希腊化/爱奥尼亚变体)。在间接引语中引导强烈的否定断言,意为“绝未(达成合意)”。

  2. 99ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων, ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ

    ὅτι 引导的宾语从句中隶属于 πέπεισμαι 的“宾格加不定式”结构。宾格主语 ἄνδρα 由现在分词短语(καὶ τὸ ... ἀποφεύγοντα)修饰,跨越插入语 μὴ ὅτι γε(“更不用说……”),与表潜在可能的 ἑλέσθαι ἄν(ἄν 搭配不定过去时不定式)构成谓语不定式。

  3. 99συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦ ἤκουσεν, ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε

    该句中主语 ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος 承载了一长串状语分词短语(συνθέμενος、παρακαλέσας、καταλιπὼν、ἐπιλαθόμενος、καταισχύνας),最终才引出主句限定动词 ἀπέπεμψε。由于分词和从句的层层累积造成了语意悬置,但基本骨架依然是一致的(即“塞奥多托在赞同……之后,将我们遣回”)。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:99#2