← 该撒利亚的巴西流

书信集

§99#1

向特伦提乌解释在尼科波利斯受阻的缘由

巴西尔向特伦提乌伯爵解释了因塞奥多托主教的疏远而未能完成尼科波利斯使命的缘由,阐明自己虽已与尤斯塔修达成正统信仰共识,但塞奥多托等人未明究竟便将其排除在公会议之外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§99#1

Τερεντίῳ Κόμητι Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλικῷ προστάγματι καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην.1 αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. οὐκ οἶδα γὰρ ὅ τι παθὼν2 ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών, ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν ἐκκλησιῶν βουλευόμενος. τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν, ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. τὸ μέντοι γενόμενον παρʼ ἡμῶν τοιοῦτόν ἐστιν. Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην καὶ ὁρμήσαντες δι’ ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπʼ ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον προαγαγόντες. τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν συγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα,3 κἀκείνους εἰς τὴν τῶν ἐπιζητουμένων ὑφʼ ἡμῶν συγκατάθεσιν προηγάγομεν, ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχάς, εὐχαριστήσαντες τῷ Κυρίῳ τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν. ἐπὶ τούτοις ἔδει με καὶ ἔγγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. ἀλλʼ ἐβουλήθην αὐτὸς ὑπὲρ πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρʼ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸ προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρʼ αὐτοῦ ὁμολογηθῇ, καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρʼ αὐτῶν προτάσεις παραδεχθῆναι. ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. ἀλλʼ ἀπὸ μέσης ἀνεζεύξαμεν τῆς ὁδοῦ, ἀθυμήσαντες, ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καμάτους.

致特伦提乌伯爵 尽管我付出了极大的热忱,试图至少在一定程度上遵行帝国的诏令以及您尊严亲切的书信——我深信其中的每一句话和每一个见解都充满了纯正的意愿与美好的心意——但我却未被允许将这份热切付诸实行。其首要且最真实的原因在于我的罪孽,它们随处阻挡在前,绊倒我的脚步;其次则是被派来与我们协力的那位主教对我们的疏远。因为我不知道我们最受尊敬的弟兄塞奥多托究竟中了什么邪,他起初应许凡事与我们通力合作,并热心地将我们从盖塔赛护送到尼科波利斯;然而当他在城里见到我们时,竟然如此厌恶我们,如此惧怕我们的罪孽,以至于无论在晨祷还是晚祷中都不能容忍接纳我们——就我们而言,他做得公正,也合乎我的生平,但他所决定的却不利于教会的普遍建立。而他向我们提出此事的缘由,是因为我们容纳了最受尊敬的尤斯塔修主教进入团契相通。然而,我们所做的事实真相乃是如此。 我们受邀参加弟兄塞奥多托所主持的会议,并出于爱心前去响应这一召唤;为了不使这次会面显得毫无成效与虚耗,我们极力与前述的弟兄尤斯塔修进行交谈。我们将塞奥多托弟兄身边之人对他在信仰方面所提出的种种控告摆在他面前,并要求他:如果他遵循正统信仰,就向我们显明,好使我们彼此共融;但如果他存心悖离,他也当确切知道,我们也必与他断绝相交。于是彼此进行了长时间的辩论,整整一天都耗费在对此事的审议上;最终夜幕降临,我们在未将论辩引向任何一致共识的情况下彼此分散。次日清晨,我们再次共聚一处商讨同一事项,此时塞巴斯泰亚的长老波埃梅尼乌斯弟兄也已赶到,并竭力向我们展开激烈的反驳。于是渐渐地,我们为对方似乎责难我们的事项作了辩解,也引导他们赞同了我们所要求的事项,以至于蒙主的恩典,我们被查明彼此之间在最微细的微末之处也毫无分歧。于是,在申初时分,我们起立祈祷,感谢主赐予我们同心合意、同出一言。在此之上,我本应当从那人那里取得一份书面的认信文,好使他的赞同对于反对他的人显明出来,并使那人的意向对其他人成为充分的证明。但我自己为了更加严谨周全,希望先与塞奥多托身边的弟兄们会面,从他们那里取得一份信仰信条,再将其呈给前述之人;以便两者皆能达成:既由他承认正统信仰,又使他们因自身提出的条款被接纳而毫无争辩的余地,从而完全确信释怀。然而,在尚未得知我们为何会面、以及我们从这次交谈中取得了何种成果之前,塞奥多托主教身边的人便不再屑于敦促我们出席会议。我们只得半途折返,心中沮丧,因为他们使我们为教会和平所作的劳苦化为了泡影。

语法注3 条
  1. 99οὐκ ἐπετράπην

    动词 ἐπιτρέπω(“委托”、“允许”)的主动态通常支配与格,此处用作被动直陈式不定过去时第一人称单数,构成人称被动句,并带有补足不定式 εἰς ἔργον ἀγαγεῖν,意为“我未被允许将……付诸实行”。

  2. 99ὅ τι παθὼν

    这是由疑问词与 πάσχω 的分词构成的惯用句式(τί παθών,“他着了什么迷/受了何种影响”),此处与关系代词 ὅ τι 结合构成间接疑问,表达对当事人反常且不可理喻的举止的困惑。

  3. 99ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα

    中动态动词 ἀπελυόμεθα(“我们为自己辩解/洗刷罪名”)后接介词短语 ὑπὲρ ὧν,先行词被吸收进关系代词中(相当于 ὑπὲρ τούτων ἅ/ὧν)。ἔδοξεν 的主语为反对方(波埃梅尼乌斯或指责者),ἡμῖν 为不定式 ἐγκαλεῖν 所支配的与格对象,意为“对于他认为应责难我们的那些事项,我们洗刷了责任”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:99#1