- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:100-101
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者致信尤西比乌,说明自己虽体弱多病,仍恳请对方出席即将召开的会议并予以协助;在随后的慰藉信中,他劝勉遭受苦难的收信人顺从神的智慧与摄理,以永生的盼望超越悲伤。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας, ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι ἡ θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦ χάριν ὁ καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν,1 καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ. Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι2 πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι’ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.
致萨摩萨塔主教尤西比乌 当我在邻近的亚美尼亚之地看到出自您慈爱的信函时,就宛如航海之人在深海上望见远处烽火台闪烁的火炬,尤其是在大海因狂风而怒涛汹涌之时。确实,出自您尊严的信函本就甜美且蕴含极大的安慰,而当时的际遇更是大大增加了它所带来的恩泽。那是怎样的一段时节,以及它如何使我们忧伤,我本人便不再赘述,因我已决意彻底忘却那些痛苦之事;不过,我们的同工执事会向您的虔敬详细陈述。 我的身体已完全衰竭,以至于连最微小的动作也无法毫无痛苦地忍受。然而,我祈求借着您祈祷的相助,我夙昔的心愿如今至少能够得以实现;尽管这次出行给我带来了极大的艰难,使我们教会的事务被延误了如此长的时间。但若是神在我们尚在人世之时,赏赐我们能在我们的教会中见到您的虔敬之容,我们将确实对未来也抱有美好的希望,深知我们并未完全被摒弃于神的恩赐之外。因此,若有可能,我们恳请此事能在我们每年为纪念福者殉道者欧普西基乌所举行的会议期间实现,该会议即将在九月七日临近。因为确实有值得忧虑的重大事务围绕着我们,亟需您的协同合作,这既关系到主教的选任,也关系到谋划与审议那位尼撒的格列高利阁下针对我们所图谋的诸事——他正在安居拉召集会议,用尽一切手段对我们图谋不轨。
Παραμυθητική Εὐχῆς ἄξιον ἦν,3 πρώτην διαπεμπομένους ἐπιστολήν, εὐθυμοτέραν ἔχειν τὴν τῶν γραμμάτων ὑπόθεσιν. οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. ἀλλʼ ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ σύμφερον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, δι’ ὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δέ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθʼ ἡμᾶς ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε, διὰ γραμμάτων ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθʼ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται, ἀλλʼ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μή, ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλησθῇ. εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας.
慰藉信 在我们寄发第一封信函时,信件的主题若是更加令人欢欣,那本是值得祈愿之事。因为若能如此,事情便合乎我们的心意了,既然我们愿一切决意在敬虔中生活之人整个人生都顺利得福。然而,掌管我们生命的恩主,按着祂莫测的智慧,全然为了我们灵魂的益处而安排了这些事的发生;借此祂使您的生命陷入痛苦,也使我们这些在神圣之爱中与您相结的人,在从弟兄们那里得知您的境遇后,产生了同情与同悲之情,因此向您提供力所能及的慰藉在我们看来乃是必须的。因此,若有可能亲自前往您尊贵的阁下当下所居之处,我必当视此事高于一切。然而,由于身体的虚弱以及困扰着我们的繁多事务,甚至连我们所承担的这趟行程也给辖下的教会造成了极大的损失,我们便切愿通过书信来探访您的威严,提醒您:这些患难并非徒然地从照管我们的主临到神的仆人们身上,而是为了查验对造我们的神的真正之爱。因为正如赛场的劳苦将运动员引向桂冠,同样,在试炼中的考验也会将基督徒引向完全——只要我们以合宜的忍耐,怀着诸般的感恩接受从主所统理的一切。 万物皆由主宰的良善所治理。凡发生在我们身上的事,即使眼前触及我们的软弱,我们也不可视为可悲之事来领受。因为即使我们不知晓每一件发生的事作为美事由主宰加诸我们身上的具体缘由,但我们仍当坚信:所发生的事全然是有益的,或是为了我们因忍耐而得的奖赏,或是为了那被接去的灵魂,免得他在今生逗留过久而沾染上世间充斥的邪恶。因为如果基督徒的盼望仅局限于今生,那么过早与身体分离理当被视为严酷之事;但对于按着神生活的人而言,灵魂从这些肉体的束缚中解脱乃是真正生命的开端,我们又何必像那些没有盼望的人一样悲伤呢?因此,请受慰勉,莫要屈服于忧伤的情感,而要表明您超脱其上并早已胜过它们。
- 100ὃν ὁποῖος ἦν
先取结构(prolepsis):关系代词 ὃν 指代先行词 ὁ καιρός 并充当主句动词 οὐκ ἂν εἴποιμι 的宾语,同时先取了随后间接疑问句 ὁποῖος ἦν 的主语(即“关于那个时节,它是怎样的”)。
- 100εἰ καὶ ὅτι
表示让步的连词短语,意为“即便事实是……”或“纵使……”。ὅτι 引导一个陈述事实的从句(指出行导致教会无人看管并带来极大困难),并通过 εἰ καί 予以让步转折。
- 101Εὐχῆς ἄξιον ἦν
不带 ἄν 的直说部未完成过去时(ἦν)与表示适宜或值得的形容词(ἄξιον)连用,表达与事实相反的未实现的愿望(“本是值得祈愿的[但实际上并非如此]”)。
