← 该撒利亚的巴西流

书信集

§98

致尤西比乌汇报教会形势并恳请来访

巴西尔向尤西比乌说明了推迟尼科波利斯会晤的原因,汇报了与梅勒提乌及尤斯塔修接触的经过,阐述了对格列高利主教职务的看法,并恳请尤西比乌不顾高龄亲自前来扶持陷入危机的卡帕多西亚教会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§98

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς ὁσιότητός σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως, παρείθην ἀπὸ τῆς ἐπιθυμίας καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ ἡ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζόν,1 δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα ἢ ὁδηγοῦντα ἡμᾶς οὐ κατηξίωσαν ἀποστεῖλαι. ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμὲν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν. μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν, ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέψαι αὐτάρκως ἔχομεν. ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν ἡ πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα, καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα ὁδόν· εἰ δὲ μή, αὐτῷ συνδραμούμεθα, ἐὰν παρʼ ἀμφοτέρων τοῦτο ἡμῖν κατάδηλον γένηται, παρά τε αὐτοῦ ἐκείνου ἀντιγράψαντος ἡμῖν περὶ τούτων (ἐπεστείλαμεν γάρ), καὶ παρὰ τῆς σῆς θεοσεβείας. Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν2 πεπειραμένοι, μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι. προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν. διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρʼ ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης. Τὸν δʼ ἀδελφὸν Γρηγόριον κἀγὼ ἠβουλόμην οἰκονομεῖν ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφʼ ἡλίῳ. ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφʼ ἑαυτοῦ. ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει. Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ,3 μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; ἀλλʼ ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται. Γίνωσκε μέντοι, θεοφιλέστατε πάτερ, ὅτι πάνυ χρῄζει τῆς παρουσίας σου τὰ ἡμέτερα, καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν.

致萨摩萨塔主教尤西比乌 我本极力渴望前往尼科波利斯,但在收到阁下告知您无法前来的来信后,我便打消了这一心愿,同时也想起了自己一切的软弱。我也想到了那些发出邀请之人敷衍塞责的态度;他们借着负责纳齐安佐斯税务均摊的最受尊敬的弟兄赫勒尼乌斯向我们捎来顺带的邀请后,便不再屈尊派遣任何人第二次提醒我们同一事项或为我们引路。因此,既然我们因自己的罪过而在他们眼中受到猜忌,我们便害怕因我们的出席而败坏了他们节日盛会的欢愉光彩。确实,若有您崇高气度的同在,我们即使面对巨大的考验也毫不畏缩;但若没有您,我们连平庸的患难都无法独自直面。既然我们与他们的会晤本是为了教会的事务,我们便避开了节日庆典的时节,将相聚推迟到清静安稳的时刻,并决定前往尼科波利斯,以便在最蒙神喜爱的梅勒提乌主教拒绝前往萨摩萨塔的旅程时,与他就教会必需的事项进行商讨;若是相反,只要从两方面——既从他本人针对此事的复信(因我们已经致信),又从您的敬虔之中——明确知晓此事,我们便会赶去与他会合。 我们原本还打算与来自第二卡帕多西亚的主教们会面;但他们因为被划归另一省份,便以为骤然之间与我们成了异邦人和外族人,他们对我们的漠视,宛如那些从一开始就对我们毫无了解、从未与我们交谈过的人一样。此外,与最受尊敬的尤斯塔修主教的另一次会面也曾在预期之中,而这次会面也确实实现了。因为许多人谴责他在信仰上有所篡改,我们便与他进行了面谈,并在神的帮助下发现他心悦诚服地遵循一切正统。至于主教们的信件未能呈交到您尊前,责任在于那些本该转交我们信件的人自己;不过我也疏忽了,接连不断的忧虑将此事从我的记忆中挤了出去。 至于格列高利弟兄,我也本希望他能治理一座与他的天赋相称的教会;而这教会本该是普天下聚集为一的整体。但既然这是不可能的,就让他担任主教吧,不是因主教所在地而显尊贵,而是凭他自身使那地方成为尊贵。因为对于真正伟大的人来说,其特质不仅在于足以胜任大事,更在于以自身的能力使微小之事变得伟大。 对于在弟兄们如此多的劝阻之后依然协助马克西穆斯进行迫害的帕尔马提乌斯,究竟该如何处置呢?尽管如此,他们现在依然毫不犹豫地致信;因为身体的羸弱以及家务的缠身,使他们无法亲自前来。 然而,最蒙神喜爱的父亲,请您知悉,我们的局势极其需要您的临在,您必须为了扶持如今动摇不稳、濒临倾覆的卡帕多西亚,再次动身,尽管您年事已高而备受尊崇。

语法注3 条
  1. 98τοῦ ἐξισοῦντος Ναζιανζόν

    现在分词 ἐξισοῦντος 是晚期罗马帝国行政术语,指代税务均摊官或土地核定官(拉丁语 censitor)。此处作为同位语修饰属格 τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου,表明赫勒尼乌斯在纳齐安佐斯担任负责税赋均摊的官职。

  2. 98μηδὲ τὴν ἀρχὴν

    宾格短语 τὴν ἀρχήν 与否定词(μηδέ)连用,为副词性习语,意为“根本”、“从一开始(就毫不……)”。在此修饰关系从句中的分词 πεπειραμένοι(经历、接触),强调那些人完全如同自始至终素不相识之人一般冷遇作者。

  3. 98Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ

    无人称动词 δεῖ 搭配不定词 ποιῆσαι 及与格 τῷ Παλματίῳ。通常 ποιέω 表示对待某人时多接宾格或介词短语,此处与格表示行动所针对的对象(“对帕尔马提乌斯该怎么办?”)。语法上该与格亦可理解为不定词的逻辑主语(“帕尔马提乌斯应当做什么?”),但结合上下文对他协助迫害的指责,解释为“对他应当如何处置”更为通顺一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:98