- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:97
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信蒂亚纳元老院,表示自己虽已洞察隐藏的阴谋,却一心只求神的和平;他引述身体肢体的相通互助与基督和平的经纶,表明为了促成和平愿不惜一切劳苦与谦卑的决心。
Τῇ βουλῇ Τυάνων Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. οὐδὲν οὖν ἡμᾶς ἔλαθεν, οὔτε τῶν πεπραγμένων τι κεκρυμμένον. ἀλλʼ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα πρὸς αὐτὴν φέρει. εἰ γὰρ καὶ ἕτεροι δυνατοί, καὶ μεγάλοι, καὶ ἑαυτοῖς πεποιθότες, ἀλλʼ ἡμεῖς οἱ μηδέν, καὶ τοῦ μηδενὸς ἄξιοι· ὥστε οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς1 ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες, ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετʼ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. ἡ ἀκοὴ ἀκριβεστέρα ἡ δι’ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς,2 καὶ ὁ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι μεταξὺ δύο ἢ τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν ὁ Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ ποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὥστε, διὰ ταῦτα πάντα, ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι,3 οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιίας ἐπιτυχεῖν. κἂν μὲν ἕπηταί τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον, καὶ εὐχὴ τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ, ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται.
致蒂亚纳元老院 揭示深秘之事、显明心中计谋的主,也赐给了卑微之人对某些人以为难以察觉的阴谋的洞察力。因此,任何事情都未能逃过我们的眼目,所行的一切也没有什么是隐藏的。然而,除了神的和平以及通向这和平的一切事由,我们既不看也不听任何其他事物。因为即便他人有权势、尊大且自信,我们却是微不足道的无物,一文不值;因此我们绝不敢狂妄自负到以为在孤立中便能掌控局势,因为我们深知,我们对于诸位弟兄中每一位的相助之渴求,远胜于一只手对另一只手的需要。事实上,主借着我们身体本身的构造,就已向我们指明了相通互助的必要性。当我注视我们自身的这些肢体,见其中没有任何一个在其活动中能自给自足时,我又怎能以为自己在尘世的生活诸事上能独自完备呢?因为若没有另一只脚共同支撑,一只脚便无法稳步前行;若没有另一只眼睛作为伙伴并与之协力注视可见之物,一只眼睛也无法健全地观看。通过双耳孔洞接收声音时听觉才更精确,而手指的协同则使抓握更加有力。简而言之,无论出于自然还是出于抉择而成就之事,我未见有任何一件能在没有同伴一致同心的情况下得以完成。甚至连祈祷本身,若缺乏同心合意之人,其效力也远逊于其本然;主亦曾应许,凡有两三个人同心合意求告祂,祂必在他们中间。主甚至甘愿承担道成肉身的经纶本身,正是为了借着祂十字架的宝血促成和平,不论是地上的还是天上的。 因此,为了这一切,我们祈求在和平中度过我们余下的岁月,并祈愿在和平中安息。为了这和平,为了获得缔造和平的赏赐,我已下定决心不逃避任何劳苦,不拒绝卑屈地说话或行事,不顾虑旅途的遥远,也不回避任何其他烦累之事。若有人跟随引领此事的我们,那是最好的,祈愿便得以成全;但若有人向相反方向拉扯,我绝不会因此放弃我自己的判断。而在报应之日,每个人都必亲自认领自己劳作的果实。
- 97ὥστε οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς...
短语 τοσοῦτον ἑαυτοῖς λάβοιμεν 是一种习惯表达,意为“狂妄自负/将如此多的自满归于自身”。随后的 ὡς 引导与 τοσοῦτον 相关的结果/程度状语从句,意为“以至于竟认为在孤立中(ἐν τῇ μονώσει)便能掌控局势(περιέσεσθαι τῶν πραγμάτων)”。
- 97ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς
反身代词属格 ἑαυτῆς 与比较级 ἀδρανεστέρα 连用,属于古典希腊语常见习惯用法,将主语与处于正常基准状态下的“其自身”作比较:缺乏同心者的祈祷“远不如其本然有效”,即比通常状态下软弱得多。
- 97οὐδὲ πόνον ἐλλείπειν ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι
主动词 ἔγνωκα(完成时,“已下定决心/决意”)统领一系列由否定连词(οὐδέ, οὐ, οὐχ, οὐκ)并列的不定式。为了求得和平,作者决意“不遗漏任何劳苦(ἐλλείπειν)”,“不推辞说出或做出卑屈谦卑之事(ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι)”,“不计较路途遥远(ὑπολογίσασθαι)”,“不回避其他烦难(ὑποστείλασθαι)”,否定词的叠加凸显了愿为和平承受一切劳苦与屈辱的坚定意志。
