← 该撒利亚的巴西流

书信集

§95-96

主教集会之约与为被免职官吏请托

在致主教尤西比乌的信中,作者说明了因信使骤逝导致前信延误以及出席主教集会的意向;在致长官索弗罗尼乌的信中,作者哀叹一位刚正廉明的执政官因受诽谤而被免职,并恳请长官予以庇护和引荐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§95

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσατωι Πάλαι ἐπιστείλας τῇ θεοσεβείᾳ σου ἄλλων τέ τινων ἕνεκεν καὶ τοῦ συντυχεῖν ἡμᾶς ἀλλήλοις, διήμαρτον τῆς ἐλπίδος, οὐκ ἀφικομένων τῶν γραμμάτων εἰς τὰς χεῖρας τῆς σῆς τιμιότητος, τοῦ μακαρίου διακόνου Θεοφράστου δεξαμένου μὲν τὰ γράμματα ἡμῶν ἐπί τινα περιοδείαν ἀναγκαίως ἀποδημούντων, μὴ διαπεμψαμένου δὲ τῇ θεοσεβείᾳ σου, τῷ προκαταληφθῆναι τῇ ἀρρωστίᾳ1 ὑφʼ ἧς ἐτελεύτησεν. ὅθεν τοσοῦτον ὕστερος ἦλθον τοῦ καιροῦ πρὸς τὸ γράφειν, ὥστε μηδὲ ὄφελός τι ἐλπίζειν ἐκ τῆς ἐπιστολῆς ἔσεσθαι ταύτης, εἰς στενὸν παντελῶς κατακλεισθέντος τοῦ χρόνου. ὁ γάρ τοι θεοφιλέστατος ἐπίσκοπος Μελέτιος καὶ Θεόδοτος ἐπέταξαν ἡμῖν πρὸς αὐτοὺς διαβῆναι, ἀγάπης τε ἐπίδειγμα τὴν συντυχίαν ποιούμενοι, καί τινα καὶ διόρθωσιν γενέσθαι τῶν νῦν παραλυπούντων βουλόμενοι. ἀπέδειξάν τε ἡμῖν χρόνον μὲν τῆς συντυχίας τὰ μέσα τοῦ προσιόντος μηνὸς Ἰουνίου, τόπον δὲ Φαργαμοῦν τὸ χωρίον, ἐπίσημον μαρτύρων περιφανείᾳ καὶ πολυανθρωπίᾳ συνόδου τῆς κατὰ ἔτος ἕκαστον παρʼ αὐτοῖς τελουμένης. ἐπεὶ δὲ ἔδει με, μετὰ τὴν ἐπάνοδον μαθόντα τὴν κοίμησιν τοῦ μακαρίου διακόνου, καὶ τὰς ἐπιστολὰς ἀργὰς παρʼ ἡμῖν κειμένας, μὴ ἡσυχάσαι, διὰ τὸ ἔτι ἡμέρας ἡμῖν τριάκοντα καὶ τρεῖς ἐπὶ τὴν προθεσμίαν ὑπολελεῖφθαι, ἀπέστειλα κατὰ σπουδὴν τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Εὐσταθίῳ τῷ συλλειτουργῷ ἡμῶν τὰ γράμματα ταῦτα, ὥστε δι’ αὐτοῦ παραπεμφθῆναί σου τῇ σεμνότητι, καὶ πάλιν ἐν τάχει ἀνακομισθῆναι ἡμῖν τὰς ἀποκρίσεις. εἰ μὲν γὰρ δυνατὸν ἢ ἄλλως ἄρεσκον σοι παραγενέσθαι, καὶ αὐτοὶ παρεσόμεθα· εἰ δὲ μή, αὐτοὶ μέν, ἂν ὁ Θεὸς θέλῃ, τὸ περυσινὸν ἀποτίσομεν χρέος τῆς συντυχίας, ἐὰν μή τι πάλιν ἐπιγένηται ἡμῖν ἐξ ἁμαρτιῶν κώλυμα· τὴν δὲ τῶν ἐπισκόπων ἔντευξιν εἰς ἕτερον χρόνον ὑπερθησόμεθα.

致萨摩萨塔主教尤西比乌 很久以前我曾致信于您的敬虔,既为了某些其他事情,也为了我们能够彼此相聚;但我却大失所望,因为信件未能送达阁下尊前。盖因受赐福的执事狄奥弗拉斯托在我们因某些必要的巡视而外出时收到了我们的信件,却未能将之转呈给您的敬虔,因为他先期染上了致他于死地的疾病。因此我写信的时间落后于适宜的时机如此之多,以至于随着时间被压缩到极其狭窄的范围,我甚至无法期望从这封信中获得任何益处。因为最蒙神所爱的主教梅勒提乌与狄奥多托吩咐我们前往他们那里,将这次会面作为爱德的表现,并希望对目前令人忧伤的事情作某些纠正。他们为我们指定会面的时间是即将来临的六月中旬,地点则是法尔加穆村,该地因殉道者们的显赫声名以及每年在他们那里举行的盛大集会而著名。既然我在归来后得知受赐福执事的安息,并见信件闲置在我们这里,在距离期限仍留有三十三天的情况下,我决不能袖手旁观,便急忙将这封信寄给我们最受尊敬的弟兄、同工尤斯塔修,以便通过他将信转交于您的庄严尊前,并迅速将答复带回给我们。因为若您有可能或以其他方式乐意出席,我们自己也将出席;若不然,如果神愿意,且若没有因我们的罪过而再次产生任何阻碍,我们自己将去清偿去年未成会面的宿债,而将主教们的会晤推迟至另一时间。

§96

Σωφρονίῳ μαγίστρῳ Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ; δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν. Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆ φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶ παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν.2 Ταῦτα ὀψὲ μὲν τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι, χάριν τε εἰδέναι ὡς εὐεργέτῃ τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν.3 ἃ γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖν χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσαν οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.

致长官索弗罗尼乌 又有谁是如此热爱自己的城邦,将生养自己的祖国尊崇如同父母,正如阁下您自己一样,不仅共同为整个城邦、而且个别地为每一个人祈求福祉,且不仅祈求,更亲自使这些祈愿得以成全?因为靠着神,您确实能够成就此类事情,且但愿您身为如此仁善之人,能在至为长久的时间里保有此等能力。 然而,在您的任期内,我们的祖国却不过如同在梦中享有了财富。祖国所拥有的受托管理她之人,据通晓我们最为古老历史的人所言,是此前登上执政宝座的其他人中从未有过的那般人物,却因某些人的恶意而被迅速剥夺;这些人将那人的正直不阿与不事奉承作为向他宣战的借口,并捏造针对他的诽谤,蒙蔽了您那至善之耳的听闻。因此我们全城大众皆面带忧容,因为我们失去了一位唯独能够将我们已经屈膝受挫的城邦重新扶起的长官——他是正义的真正守卫者,对于受冤者易于亲近,对于违法者威严可怖,对于穷人与富人一视同仁,而最为伟大的是,他将基督徒的事务恢复到了往昔的尊荣。至于他是我们所知的人中最不收受贿赂的、且绝不违背正义偏袒任何人,这等品行与该人的其余美德相比尚属次要,我们便略去不提了。 我们证明这些事为时已晚,犹如唱挽歌之人自我安慰,对现实局势毫无裨益。然而这并非毫无用处:让该人的记忆留存在您伟大的灵魂中,并对作为生养您的祖国之恩人的〔他〕心怀感激;若有任何人因未能被置于正义之上而怀恨在心、企图对他发难,您当为他战斗并加以庇护,向所有人表明您视该人为挚友,并将关于他的良好见证以及并非依时间长短比例所呈现的事业考验,视为结下亲密关系的充分依据。因为即便由他人历经多年也未能成就之事,在短时间内已被他圆满达成。如果您能向皇帝引荐他,并消除加于他身上的诽谤,这对我们便已是充分的恩惠,以及对所发生之事的抚慰。请您认为,这正是整个祖国借着我们一人的声音在与您交谈,且通过您的完满之德使该人获得善待,乃是所有人的共同期盼。

语法注3 条
  1. 95τῷ προκαταληφθῆναι τῇ ἀρρωστίᾳ

    带冠词不定式(τῷ + 不定式)的与格在此作原因状语(“因被……所突袭/先行缠身”),用以解释信使未能转交信件的原因。

  2. 96τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων... παρελίπομεν

    中性单数宾格冠词 τὸ 引出 ὅτι 从句,构成名词性从句,作主句动词 παρελίπομεν 的直接宾语(即“关于他是我们所知之人中最不收受贿赂的人这一事实……我们略去了”)。

  3. 96οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν

    介词 κατά 在此表比例或相称(“并非按照时间的比例所呈现的”)。紧接着的句子进一步解释道:他人历经多年无法办成的事,他在极短的时间内便已圆满达成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:95-96