← 该撒利亚的巴西流

书信集

§94

致长官厄利亚:为慈善施疗院辩护并请求公正听辨

巴西尔因健康原因未能亲自拜访长官厄利亚而致歉,申明自己所建的圣堂与疗养院等慈善设施绝未损害公务反倒增添长官的荣耀,驳斥了谗言,并劝勉长官效仿亚历山大留出一只耳朵听取缺席者的辩词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§94

Ἡλίᾳ ἄρχοντι τῆς ἐπαρχίας Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων·1 ἀλλʼ ἐπειδὴ ἡ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. ἐγὼ τοίνυν, ὦ θαυμάσιε, συντυχὼν πρώην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει, ὥρμησα δὲ καὶ τῶν ἐκκλησιῶν ἕνεκα ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο. ἀλλʼ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς, καὶ πέρα τοῦ μέτρου φιλότιμον, ἀνδρὶ τοσοῦτον πλῆθος πραγμάτων ἐξηρτημένῳ ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας. ὁμοῦ τε, εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατʼ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας καρποῦσθαι. τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν, καὶ παραπλήσιον ποιήσομεν, ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν.2 ὅθεν μοι δοκεῖ καὶ βασιλεὺς ὁ μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφʼ ἑαυτῶν τὰς ἐκκλησίας οἰκονομεῖν. Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι, τί χεῖρον ἔχει τὰ δημόσια παρʼ ἡμᾶς; ἢ τί μικρὸν ἢ μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς ἐκκλησίας οἰκονομίας ἠλάττωται; πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν,3 οἶκον εὐκτήριον μεγαλοπρεπῶς κατεσκευασμένον ἀναστῆσαι τῷ Θεῷ ἡμῶν, καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει, ὧν ἡ χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, τοῖς τε κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῇν ἀναγκαίας, καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν· οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπʼ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης. ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης,4 ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῶν ἔργων ἀναλαβεῖν, καὶ οἰκίσαι τὰς ἀοικήτους, καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι. τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, ἢ τιμᾷν καὶ περιέπειν, ἀκολουθότερον ἦν; καὶ μὴ οἰηθῇς, ὦ ἄριστε, λόγον μόνον εἶναι τὰ παρʼ ἡμῶν· ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι. Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. ἃ δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς Χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως ἀποκρίνασθαι, ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως οὐκ ἀσφαλῆ γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον ταῖς διαβολαῖς τινῶν ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι.

致行省长官厄利亚 我自己本也急于前往阁下尊前,以免因自己的缺席而在诽谤者面前处于劣势;但由于身体的疾病阻止了我,它比往常猛烈得多地侵袭了我,我只得诉诸书信。因此,令人赞叹的阁下,我前不久得见您的尊荣时,本也急于向您的明哲告知有关我生活的一切事情,亦急于为教会作出某些陈词,以免为日后的诽谤留下任何余地。但我克制了自己,考虑到对一位肩负着如此繁多公务的人,再加诸必要之外的顾虑,完全是多管闲事且过度争竞的。同时——因为实情当被道出——我也在另一方面有所顾忌,唯恐我们被迫在彼此的反驳中伤及您的心灵,而那心灵本应在对神纯洁的敬畏中,收获敬虔的完全奖赏。事实上,如果我们把您的注意力引向我们自身,就会使您很少有闲暇处理公务,而我们的做法就如同有人在舵手于大风暴中操引一艘新造之船时,本应当减去部分货物并尽可能协同减轻负担,却反倒增添载重使他不堪重负。因此在我看来,伟大的皇帝也察觉到了我们这等纷扰,故而准许我们自行管理教会。 然而,我希望那些扰乱您纯良之耳的人受到质问:由于我们,公务有何受损?或者说,因我们对教会的管理,公共事务中无论大小有何被削减?除非有人会说,为我们的神建立一座建造宏伟的祈祷之所,并在其周围建立住所——那座宽宏的专留给领袖,那些低阶的按秩序分配给服事圣所之人,而这些住所的使用权为您这些掌权者及您的扈从所共享——会给国家事务带来损害。或者说,我们为异乡人建造招待所,既为过往探访之人,也为因疾病需要某种医治之人,并为他们设立必需的慰藉——护理病患之人、行医之人、驮畜以及护送人员——我们究竟侵害了谁?在这些设施之后,必然伴随着各种技艺,既有维持生活所必需的,也有为过上有尊严之生活而发明出来的;此外还有其他适合这些工役的房屋——这一切对于本地是荣耀,对于我们的长官而言则是值得自豪的事,因为赞誉必将回转到他身上。阁下被促请来视察我们,难道不正是因为此举,因唯有阁下凭借浩瀚的见识,足以重兴倾颓的事业、安置无人居住之地、将旷野彻底改造为城镇吗?那么,对于在这些事上同工的人,是加以排挤和侮辱,还是予以尊重和爱护,哪一种做法更合乎情理呢?最优秀的长官,请不要以为我们所言仅是空话;因为我们已在动工之中,目前正在聚集资材。 向长官所作的辩白便是如此。至于针对挑剔者的指控,如同向基督徒并向顾念我们声誉的朋友所应当作的答复,目前必须予以沉默,因为这不仅超出了信函的篇幅,托付给无生命的文字也是不安全的。但为了使您在我们会面之前的这段时间里,不致被某些人的诽谤所左右而被迫削减对我们的善意,请效仿亚历山大的作为。因为人们传说,当他的一位亲信遭人诽谤时,他把一只耳朵留给诽谤者,而用手严密地堵住另一只耳朵,以此表明:凡打算公正裁判之人,不当立即完全被先入之见所掳去,而应当将一半的倾听保持纯全,留给缺席者的辩护。

语法注4 条
  1. 94ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων

    连词 ὡς ἄν 后接祈愿语气动词 ἔχοιμι,构成呼应主句历史时态(Ὥρμησα)的目的从句。短语 ἔλαττον ἔχω 意为“处于劣势”,搭配比较属格 τῶν διαβαλλόντων,而与格 τῇ ἀπολείψει 则表示原因或方面。

  2. 94δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν

    非人称动词 δεῖ 的中性单数宾格现在分词 δέον 用于宾格独立结构(accusativus absolutus)。它带有转折或让步的意味(“本应当……”),将前述加重负担的行为(καταβαρύνοι)与本应采取的减负措施鲜明地对立起来。

  3. 94πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν

    成语 πλὴν εἰ μή(“除非确实……”)连用祈愿语气 λέγοι,引入委婉的假设或反讽。不定式短语 ἀναστῆσαι 构成充当下属不定式 βλάβην φέρειν 之主语的宾格不定式结构,整个意思是“除非有人主张为神建立祈祷所及住所(ἀναστῆσαι)会给国事带来损害(βλάβην φέρειν)”。

  4. 94ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης

    关系代名词 ὅς 搭配小品词 γε,引出一个指代第二人称长官的说明性/因果性关系从句。与第二人称单数被动动词 ἐξεβιάσθης 相呼应,起到修辞性肯定陈述的作用,意即“阁下被促请来掌理我们,难道不正是为了这一目的吗”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:94