- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了频繁领圣餐的益处及自身每周领受四次的惯例,并论证了在遭受逼迫或无祭司的情况下信徒在家亲手领受圣餐的合宪性与合宜性。
Πρὸς Καισαρίαν πατρικίαν, περὶ κοινωνίας Καὶ τὸ κοινωνεῖν δὲ καθʼ ἑκάστην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. τίς γὰρ ἀμφιβάλλει, ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλο ἐστὶν ἢ ζῇν πολλαχῶς; ἡμεῖς μέντοιγε τέταρτον καθʼ ἑκάστην ἑβδομάδα1 κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, καὶ ἐν τῇ παρασκευῇ, καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις ἐὰν ᾖ μνήμη ἁγίου τινός. Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρί, μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι,2 διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο δι’ αὐτῶν τῶν πραγμάτων πιστώσασθαι. πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους μονάζοντες, ἔνθα μὴ ἔστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφʼ ἑαυτῶν μεταλαμβάνουσιν. ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων ὡς ἐπὶ τὸ πλεῖστον ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ὅτε βούλεται μεταλαμβάνει δι’ ἑαυτοῦ. ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαντος3 καὶ δεδωκότος, ὁ λαβὼν αὐτὴν ὡς ὅλην ὁμοῦ, καθʼ ἑκάστην μεταλαμβάνων, παρὰ τοῦ δεδωκότος εἰκότως μεταλαμβάνειν καὶ ὑποδέχεσθαι πιστεύειν ὀφείλει. καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα καὶ κατέχει αὐτὴν ὁ ὑποδεχόμενος μετʼ ἐξουσίας ἁπάσης, καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. ταὐτὸν τοίνυν ἐστὶ τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως, εἴτε πολλὰς μερίδας ὁμοῦ.
致贵族该撒利亚:论圣餐 每日领圣餐并领受基督的圣体与圣血,是美善且有益的,因祂亲自清楚地说:“吃我肉、喝我血的人就有永生。”因为谁会怀疑,不断分享生命无非就是丰盛地活着呢?不过,我们每周领圣餐四次:在主日、在星期三、在预备日(星期五)以及安息日(星期六),若在其他日子有某位圣徒的纪念日,我们亦会领受。 而在逼迫的时期,因无祭司或执事在场,某人被迫亲手领受圣餐并非有何不当,证明这一点是多余的,因为长久以来的习俗已由事实本身证实了此事。事实上,所有在荒野中隐修之人,在没有祭司之处,都在家中保留着圣餐,自行领受。在亚历山大里亚和埃及,甚至平信徒中的每个人大多也在自己的家中保留圣餐,并在愿意时亲手领受。因为一旦祭司完成祭礼并分赐之后,那将其作为整体一次领受之人,在每日领受时,理当相信自己正是正当地从分赐者那里领受并接纳它。因为即使在教会中,也是祭司分赐份饼,而接纳之人以完全的权能持握它,并如此亲手送入口中。因此,一个人是从祭司那里接纳一份,还是一次接纳多份,就其效力而言是完全相同的。
- 93τέταρτον καθʼ ἑκάστην ἑβδομάδα
τέταρτον 在此作副词性宾格,意为“四次”,而非表示“在第四日”。紧随其后列举的每周四个特定日子(主日、周三、周五、周六)证实了这一回数用法。
- 93Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρί, μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι
句首的中性冠词 Τὸ 使不定式短语 ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα ... τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρί 名词化,作 μηδαμῶς εἶναι βαρύ 的宾格主语,而整个宾格加不定式结构作句末 ἀποδεικνύναι(περιττόν ἐστιν ἀποδεικνύναι,“证明……是多余的”)的宾语。该结构将表被动受迫的不定式(ἀναγκάζεσθαι)嵌套在以 εἶναι 构成的间接引语之中。
- 93ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαντος
此为属格独立结构,且带有倒装(hyperbaton):分词 τελειώσαντος 的直接宾语 τὴν θυσίαν 被置于逻辑主语 τοῦ ἱερέως 之前。全句意为“一旦祭司完成了祭礼”。
