← 该撒利亚的巴西流

书信集

§92#2

请求派遣西方代表团以恢复正统信仰

巴西尔等人陈述了东方教会的荒凉与信众的困苦,恳求西方主教们迅速派遣足额代表团前来,重申正统信仰并化解内部分裂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§92#2

Διὸ καὶ ἄσπονδός ἐστιν ὁ πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων.1 ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος ἡ πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα. ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. ἔφθασε γὰρ πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παιδίοις καὶ αὐτοῖς τοῖς πρεσβύταις, πρὸ τῶν τειχῶν ἐκχυθέντες, ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθείας σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες. Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἀρκέσουσιν; ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται, πρὶν τέλεον ταῖς ἐκκλησίαις ἐπέλθῃ τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. συγκινηθήτω ἐφʼ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. μὴ περιίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν· μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν, παρʼ οἷς πρῶτον ἐξέλαμψε. Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων, καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπαθὲς ἐπιδείξεσθε, οὐ παρʼ ἡμῶν πάντως δεήσει μαθεῖν ὑμᾶς, ἀλλʼ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ὑμῖν ὑποθήσεται. πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς περιλειφθέντας, καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείου ἀριθμοῦ τὸ ἀξιόπιστον εἰς διόρθωσιν ᾖ,2 καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν πατέρων ἡμῶν πίστιν ἀνανεώσωνται, καὶ τὴν αἵρεσιν ἐκκηρύξωσι, καὶ ταῖς ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται, τοὺς τὰ αὐτὰ φρονοῦντας συνάγοντες εἰς ὁμόνοιαν. τοῦτο γὰρ δήπου τὸ πάντων ἐλεεινότατον ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφʼ ἑαυτὸ ἐμερίσθη· καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτὲ κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. ἡμῖν δὲ πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱρετικῶν ἔτι καὶ ὁ παρὰ τῶν δοκούντων ὀρθοδοξεῖν ἐπαναστὰς πρὸς ἔσχατον ἀσθενείας τὰς ἐκκλησίας κατήγαγεν. ἐφʼ ἅπερ καὶ μάλιστα τῆς παρʼ ὑμῶν χρῄζομεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, ἃ παρεπενόησαν σχίσματα διαλύσαντας,3 ὑποταγῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλοκληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παρʼ ἑτέροις μακαρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν ἐπίδωμεν ἐκκλησίας τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακαρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ διακρίνειν, τὴν δὲ τῶν πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν· ἣν καὶ ἡμεῖς ἐδεξάμεθα, καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.

因此,这场争战也是无可调和的,因为那些作恶之人猜疑共同的和平,视其为揭露他们隐秘羞耻之物。对此,不信者嗤笑,信心微弱者动摇;信仰变得模棱两可,无知倾注于众人的灵魂之中,因为那些凭着奸恶玷污圣言之人假冒真理。确实,敬虔之人的口保持沉默,而一切亵渎的舌头皆得肆意妄为。圣物遭到亵渎,民众中健全之人逃离祈祷之所,视其为不敬虔的学堂,反而在荒野中带着叹息与眼泪向天上的主宰举手。因为在绝大多数城市所发生之事,必定也已传至你们那里:民众携同妇人、孩童以及老人自身,倾泻于城墙之外,在露天之中献上祈祷,以莫大的宽容忍受风雨风霜带来的一切困苦,仰望从主而来的援助。 有何种哀歌配得上这些灾祸?何种泪泉足以应对如此巨大的恶事?因此,当某些人似乎仍站立得住之时,当往昔秩序的痕迹仍得以留存之际,在彻底的倾覆降临各教会之前,速来我们这里,如今便速来吧,真诚的弟兄们,我们实切地祈求:请向跪倒在地的人伸出援手。愿你们弟兄般的慈心因我们而动,愿同情的泪水倾流。不要坐视半个天下被谬误所吞噬;不要容忍信仰在它最初放射光芒的人们中间归于熄灭。 至于你们究竟该当何行以援救局势,又该如何向受苦之人彰显同情,断不需要从我们这里获知,圣灵自身必会指引你们。只是为了救回残存之人,迫切需要速度,也需要更多弟兄亲临,以使到访之人构成完整的会议定额,从而纠正的公信力不仅出于派遣者的威严,亦出于他们自身的人数;使他们能够重申我们父辈在尼西亚所写就的信仰,逐出异端,向各教会讲明和平之事,将心志相同之人召集至和睦之中。因为这实是万事中最可悲者:连看似健全的部分也已四分五裂;正如所见,临到我们身上的苦难,与昔日韦斯巴芗围困耶路撒冷时笼罩该城的苦难极为相似。因为那些人既一同受到外在战争的压迫,又一同被内部同胞的内讧所消磨殆尽。而对于我们而言,除了异端者公然的战争外,更有从那些被视为正统者之中爆发的争端,将各教会推向了衰竭的极致。正是为此,我们尤为需要来自你们的援助,以使那些承认使徒信仰之人,在消解了他们自身所策划的分裂之后,自此顺服于教会的权威,好叫基督的身体归于完全,使一切肢体复归于圆满,也使我们不仅称羡他人拥有的美善——一如我们如今所行的——更能亲见我们自己的教会重新得回正统信仰古老的荣耀。因为真正配得至高颂赞的,乃是主赐予你们虔诚之心的恩典:将虚假之物与纯正无伪之物区分开来,毫无顾忌地宣讲父辈的信仰;这信仰亦为我们所领受,并认识到它是依循使徒的印记而塑造的,我们不仅赞同此信仰,亦赞同在那主教会议信函中所合乎法规、合乎法度地定为教条的一切。

语法注3 条
  1. 92τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων

    τῶν ... εἰργασμένων ... ὑφορωμένων 构成独立属格结构(genitive absolute),充当主句的原因状语。名词化分词 τῶν τὰ πονηρὰ εἰργασμένων(作恶之人)为逻辑主语,分词 ὑφορωμένων(猜疑、戒备)为谓语。τὴν κοινὴν εἰρήνην 是 ὑφορωμένων 的直接宾语,ὡς 引出主观动机并修饰分词 ἀποκαλύπτουσαν(视其为揭露……)。

  2. 92ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείου ἀριθμοῦ τὸ ἀξιόπιστον εἰς διόρθωσιν ᾖ

    ὥστε 引出的不定式结构(τοὺς ἐπιδημοῦντας 为宾格主语,πλήρωμα 为表语)规定了前文 παρουσίας ἀδελφῶν πλειόνων(更多弟兄的临在)之目的或预期的结果。随后的 ἵνα 从句中,主语是中性名词化形容词 τὸ ἀξιόπιστον(公信力),谓语动词为虚拟式 ᾖ。短语 ἐκ τοῦ οἰκείου ἀριθμοῦ(出于他们自身的人数)与前方的 ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος(出于派遣者的威严)形成平行对比。

  3. 92ἃ παρεπενόησαν σχίσματα διαλύσαντας

    先行词 σχίσματα 被吸收入关系代词 ἃ 所在从句中的逆向引动(incorporation / attractio inversa)结构。其规范语序应为 διαλύσαντας τὰ σχίσματα ἃ παρεπενόησαν(消解了他们所炮制的分裂之后)。分词 διαλύσαντας 在语法格上与被动不定式 ὑποταγῆναι 的逻辑宾格主语 τοὺς ... ὁμολογοῦντας 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:92#2