← 该撒利亚的巴西流

书信集

§92#1

向西方主教陈告东方教会惨状并求援

巴西尔等东方主教致信意大利与高卢的主教,痛陈阿里乌派导致东方全境教会荒芜、法度废弛的惨状,并借特使萨比努斯恳求西方教会迅速施予援手与团结支持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§92#1

Πρὸς Ἰταλοὺς καὶ Γάλλους Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς συλλειτουργοῖς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος, Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἰάτριος, Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης, Ἰωσάκης, Νάρσης, Μάρις, Γρηγόριος, Δαφνός, ἐν Κυρίῳ χαίρειν. Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. ἡμῖν δὲ οὐχ, ὅσον στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν1 ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν· ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν ὑμᾶς2 πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν προσεδοκήσαμεν παρʼ ὑμῶν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις γενήσεσθαι, οὐδέπω δὲ τετυχήκαμεν, πάντως τοῦ ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθʼ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ ἐπὶ τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν· οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. ἀλλʼ ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα.3 ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παρʼ ἑαυτοῦ διηγήσασθαι· δι’ οὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης· καὶ μήτε ὁδοῦ μῆκος, μήτε τὰς κατʼ οἶκον ἀσχολίας, μήτʼ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι. Οὐ γὰρ περὶ μιᾶς ἐκκλησίας ὁ κίνδυνος, οὐδὲ δύο ἢ τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι παραπεσοῦσαι. σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν ὁ δυσώνυμος Ἄρειος κατεβάλετο, ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν. ἀνατέτραπται μὲν γὰρ τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ ἐκκλησίας θεσμοί. φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι· καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται· ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος.4 οἴχεται σεμνότης ἱερατική· ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετʼ ἐπιστήμης ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ τῶν φιλαρχούντων. ἠμαύρωται κανόνων ἀκρίβεια. ἐξουσία τοῦ ἁμαρτάνειν πολλή· οἱ γὰρ διὰ σπουδῆς ἀνθρωπίνης παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἀπόλωλε κρῖμα δίκαιον· πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. ἡ πονηρία ἄμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι· δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν, οἱ δι’ ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι· ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. ἄλλοι δέ, τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον, τοὺς λαοὺς εἰς τὴν κατʼ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθʼ ἑαυτοὺς συσκιάσωσι.

致意大利与高卢人 梅勒提乌斯、优西比乌、巴西尔、巴苏斯、格列高利、伯拉纠、保罗、安提穆斯、狄奥多图斯、比图斯、亚伯拉罕、约比努斯、芝诺、狄奥多利、马尔基安、巴拉库斯、亚伯拉罕、利巴尼乌斯、塔拉修斯、约瑟、博埃图斯、伊阿特里乌斯、狄奥多图斯、厄斯塔修斯、巴尔苏玛斯、约翰、霍斯罗埃斯、约萨克斯、纳尔塞斯、马里斯、格列高利、达夫努斯,祝愿在意大利和高卢的最蒙神所爱、最神圣的弟兄、同工以及志同道合的主教们在主里安好。 对于痛苦的灵魂而言,即便常常从心底发出的叹息也能带来某种安慰,滴落的泪水有时也消散了大半的患难。但对我们而言,向你们的爱心倾诉我们的受难,所带来的安慰并非仅仅如同叹息和泪水;相反,一种更美好的盼望温暖着我们:倘若我们将使我们忧伤之事宣告给你们,或许能激励你们前来援助我们。这援助是我们很久以前便期待能从你们那里施予东方各教会的,却至今未曾获得,这全然是因为以智慧治理我们事务的上帝,照着祂那不可测度的公义判决,安排我们在这诸般试炼中被延长留置更多时日。最受敬重的弟兄们,你们绝非对我们的处境一无所知,因为此事的传闻甚至已远达地极;你们对志同道合的弟兄也绝非毫无同情之心,因为你们是使徒的门徒,而使徒教导说对邻人的爱便是律法的成全。然而正如我们所说,上帝公义的审判抑制了你们的冲动,按着度量使那因我们的罪而注定的患难得以在我们身上受满。但如今,我们恳求你们振作起来,既出于对真理的热忱,也出于对我们的同情;你们当从我们最虔敬的弟兄、同工执事萨比努斯那里得知一切——包括在此之前逃过你们听闻的事,他也能够亲自向你们详述信件所未能尽述的内容。借着他,我们恳求你们披戴怜悯的心肠,卸下一切迟疑,担负起爱心的劳苦,既不计较路途遥远,也不计较家中的事务,亦不计较任何其他属人的事。 因为面临危险的并非一座教会,陷入这场严酷暴风雨的也并非两三座教会;异端的灾祸几乎已从伊利里库姆边界蔓延至底比斯。昔日臭名昭著的阿里乌播下了邪恶的种子,在其后许多辛勤耕作不敬虔之人手中深深扎根,如今萌发了毁灭性的果实。因为敬虔的信条已被颠覆,教会的法度已被扰乱。不敬畏主之人的权力欲扑向领导权,自此主教职位被公然置为不敬虔的战利品,以至于口出更狂妄亵渎之言者反倒更有资格担任民众的主教。司祭的威仪已然荡然无存;以知识牧养主的羊群之人已然绝迹,贪恋权势者不断将穷人的赈济款挥霍于自身的享乐与礼品的派发。法规的严谨已被遮蔽,犯罪的放纵肆意蔓延;因为那些凭人的扶持而登上统治之位的人,正是在这一点上偿还这扶持的人情:对犯罪者的一切要求皆顺从其私欲。公义的审判已荡然无存,人人皆随从自己心中的意愿而行。邪恶漫无边际,信众无人劝诫,领袖们丧失了坦诚之权;因为那些靠着人夺得权势的人,是施予他们恩惠之人的奴隶。更有甚者,如今有人竟将所谓捍卫正统信仰设计为彼此相斗的武器,掩盖个人私仇,伪装成是为敬虔而敌对。另有一些人为了逃避因最可耻行径而招致的指控,煽动民众陷入彼此相争的狂乱,以便用共同的灾难来掩饰自身的丑行。

语法注4 条
  1. 92οὐχ, ὅσον στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν

    主语为带冠词不定式短语 τὸ ἐξειπεῖν(倾诉),谓语动词为 ἔχει,宾语为 παραμυθίαν(安慰)。插入的 ὅσον στεναγμὸς καὶ δάκρυον [παραμυθίαν ἔχει/φέρει] 作程度副词性从句,表示“并非仅有如同叹息和泪水所带来的那般程度的安慰”,与后文引出更深厚盼望的 ἀλλά 形成对比。

  2. 92ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν ὑμᾶς

    ὡς ἄν 搭配希求法(διαναστήσαιμεν)表达可能性(“或许能激励……”),与条件从句 εἰ ἐξαγγείλαιμεν(希求法)呼应,构成潜在条件句(future-less-vivid)。该从句作为同位语从句,具体说明前文 ἐλπίς(盼望)的内容。

  3. 92ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα

    分词 ἐπιμετροῦσα(衡量分配)与主句的主语 ἡ δικαία τοῦ Θεοῦ κρίσις(上帝公义的审判)在性数格上一致。不定式 ἐκπληρωθῆναι 表目的或结果,修饰分词动作,意为“按度量配给患难,以使因我们的罪而注定的患难得以受满”。

  4. 92ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος

    由 ὥστε 引导的结果从句,其中省略了系动词 ἐστίν。实质化的不定过去时分词短语 ὁ τὰ χαλεπώτερα βλασφημήσας(说出更狂妄亵渎之言者)作主语,与作表语的比较级形容词 προτιμότερος(更受青睐的、更有资格的)构成主谓结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:92#1