- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:91
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔对伊利里亚主教瓦勒良的来信表示感谢,陈述了东方教会的精疲力竭与动荡局势并请求代祷,同时呼吁信仰合一的西方在此时回报昔日从东方领受纯正信仰的恩德。
Οὐαλεριανῷ, ἐπισκόπῳ Ἰλλυριῶν Χάρις τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι, συνῆψας ἡμῖν σεαυτὸν1 διὰ γράμματος, καὶ τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. Δεινὸς γάρ ἐστι παρʼ ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. καὶ ἡ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη. διὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα, καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρὸς τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν καὶ ἀδελφοῦ Σαβίνου· δι’ οὗ καὶ γνωρίζομέν σοι ἑαυτούς καὶ παρακαλοῦμέν σε ἐπαγρυπνεῖν ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτὲ ὁ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν, καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατροπῆς, ἐν ᾗ νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι παντελῶς ἀναμένοντες. Ἀλλὰ τοῦτο μεγάλως ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους, καὶ ἀκωλύτως παρʼ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι. ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλʼ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρʼ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ ἀνατολῇ, καὶ ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν.2 τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. ἀλλʼ εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον3 σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας· ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν πατέρων ἡμῶν διδασκαλία τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαι τῇ μακαρίᾳ Τριάδι.
致伊利里亚的主教瓦勒良 感谢主,祂赐我们在阁下的纯洁中得见古昔之爱的果实。阁下虽然肉体与我们相隔如此遥远,却借着书信使自己与我们紧密相连,以属灵而神圣的热爱拥抱我们,并在我们的心灵中激发起难以言表的深切眷恋。因为我们切实体会到了那句箴言的力量:“远方来的好消息,就如干渴的心灵得饮凉水。” 至堪敬重的弟兄啊,因为在我们这里正发生着严重的爱之饥馑。其缘由显而易见:因为不法的事增多,许多人的爱心就渐渐冷淡了。正因如此,这封书信对我们显得弥足珍贵;我们借由同一个人——我们至为敬虔的同工执事兼弟兄萨比努斯向阁下作复。借着他,我们既向阁下通报我们的近况,亦恳请阁下为我们恒切祷告,好使至圣的上帝有朝一日亦赐给此地的事态以宁静和平安,并斥责这狂风与大海,令我们得以止息如今身陷的动荡与覆灭之灾,我们在这困境中时刻等待着完全沉沦灭顶。 然而主在眼下的境况中恩赐了我们一件莫大的美事,就是听闻阁下等彼此之间处于严正的一致与联合之中,敬虔的宣道在你们那里通行无阻地被传扬。因为终有一日(假若这世代的光阴尚未完全终结,而是尚有世人生命的时日存留),必由你们为东方重振信仰,并在适当的时候向东方报答你们昔日从她领受的恩泽。因为此地健全且捍卫教父敬虔的那一部分,已因魔鬼在其狡计中运用诸多巧妙手段连番冲击撼动,以致疲惫不堪。但愿借着阁下等爱主之人的祈祷,亚流谬见的邪恶惑众之异端得以泯灭,而昔日聚于尼西亚的我们教父们的善正教导得以重放光芒,使与拯救之洗礼相吻合的颂赞完完全全献予可称颂的三位一体。
- 91ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι, συνῆψας ἡμῖν σεαυτὸν
关系代名词 ὅς 以其前所有格形容词 τῇ σῇ καθαρότητι(阁下的纯洁中)所蕴含的第二人称为其实质先行词,故关系从句中的谓语动词 συνῆψας 采取第二人称单数形式。此结构将叙述自然地转向对收信人的直接呼告。
- 91ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν
先行词内化并前置的倒装结构。按照标准语序原本应为 τούτων τῶν ἀγαθῶν ὧν ἐλάβετε(在你们所领受的那些美事上),此处名词 ἀγαθῶν 被吸收入前置的关系分句中,而主句中的指示代词 τούτων 则复指该内容,在句中作 τὴν ἀντίδοσιν(报答)的宾格性属格。
- 91εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον
属格分词短语 τῶν ἀγαπώντων 与物主形容词 ὑμετέραις 中所隐含的人称代词属格意义(即 ὑμῶν)构成同位语关系。这是希腊语中物主形容词等同于属格代词时常见的呼应结构。
